Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Sextus adv. math. XI 40. κακὸν γάρ ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ, οὐχ ἕτερον βλάβης, καὶ βλάβη μὲν ὥσπερ κακία καὶ ἡ φαύλη πρᾶξις, οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.
Origenes contra Celsum VIII 8 Vol. II p. 226, 24 Kö. (p. 748 Del.). εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφούς etc.
Sextus adv. math. XI 90. τῆς ἀφροσύνης, ἣν μόνην φασὶν εἶναι κακὸν οἱ ἀπὸ τῆς Στοᾶς.
Simplicius in Aristot. Phys. p. 1167, 21. ἔστι μὲν γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ δι’ αὑτοῦ δεικνύναι τὸ μὴ δι’ αὑτοῦ δῆλον· τοῦτο δὲ γίνεται ἢ ἄντικρυς καὶ φανερῶς ἀξιούντων τὸ προκείμενον, ὥσπερ ἡμῶν λεγόντων τινὰ ἀγαθὰ μὴ εὐθὺς ἀγαθοὺς ποιεῖν, οἷον τὰς δυνάμεις, αἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι (ἀγαθὴ μὲν γὰρ ἡ ἐφ’ ἑκάτερα δύναμις, ἀγαθὸν δὲ οὐ ποιεῖ, εἰ μὴ τὸ εὖ χρώμενον αὐτῇ) οἱ Στωϊκοὶ τοῦτο ἀναιροῦντες πᾶν, φασί, τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ, τὸ ἐν ἀρχῇ λαμβάνοντες.