Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Sextus adv. math. XI 30. ἦσαν δὲ οἱ φάσκοντες ἀγαθὸν ὑπάρχειν τὸ δι’ αὑτὸ αἱρετόν. οἱ δ’ οὕτως ἀγαθόν ἐστι τὸ συλλαμβανόμενον πρὸς εὐδαιμονίαν, τινὲς δὲ τὸ συμπληρωτικὸν εὐδαιμονίας εὐδαιμονία δέ ἐστιν, ὡς οἵ τε περὶ τὸν Ζήνωνα καὶ Κλεάνθην καὶ Χρύσιππον ἀπέδοσαν, εὔροια βίου.

Cf. Pyrrh. Hypot. III 172.

Stobaeus ecl. II p. 69, 17 W. τὸ δ’ ἀγαθὸν λέγεσθαί φασι πλεοναχῶς, τὸ μὲν πρῶτον οἷον πηγῆς ἔχον χώραν, ὅπερ οὕτως ἀποδίδοσθαι· ἀφ’ οὗ συμβαίνει ὠφελεῖσθαι (τὸ δὲ πρώτως εἶναι αἴτιον) ἢ ὑφ’ οὗ· τὸ ⟨δὲ⟩ δεύτερον, καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· κοινότερον δὲ καὶ διατεῖνον καὶ ἐπὶ τὰ προειρημένα, τὸ οἷον ὠφελεῖν. Ὁμοίως δὲ καὶ τὸ κακὸν κατὰ τὴν τοῦ ἀγαθοῦ ἀναλογίαν ὑπογράφεσθαι. Τὸ μὲν οὖν ἀφ’ οὗ συμβαίνει βλάπτεσθαι ἢ ὑφ’ οὗ· τὸ δὲ καθ’ ὃ συμβαίνει βλάπτεσθαι· κοινότερον δὲ τούτων τὸ οἷον βλάπτειν.

Sextus adv.math. XI 22. οἱ μὲν οὖν Στωϊκοὶ τῶν κοινῶν ὡς εἰπεῖν ἐννοιῶν ἐχόμενοι ὁρίζονται τἀγαθὸν τρόπῳ τῷδε ἀγαθόν ἐστιν ὠφέλεια ἢ οὐχ ἕτερον ὠφελείας ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρωπον καὶ τὸν φίλον. Ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετήν, ἄντικρύς ἐστιν ὠφέλεια· ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος, πάλιν τῶν ἀγαθῶν ὄντες καὶ αὐτοί, οὔτε ὠφέλεια λεχθεῖεν ἂν ὑπάρχειν οὔθ’ ἕτεροι ὠφελείας δι’ αἰτίαν τοιαύτην. Τὰ γὰρ μέρη, Στωϊκῶν φασι παῖδες, οὔτε τὰ αὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἑτεροῖα τῶν ὅλων, οἷον ἡ χεὶρ οὔτε ἡ αὐτή ἐστιν ὅλῳ ἀνθρώπῳ, οὐ γὰρ ὅλος ἄνθρωπός ἐστιν ἡ χείρ, οὔτε ἑτέρα τοῦ ὅλου, σὺν γὰρ τῇ [ὅλῃ] χειρὶ ὅλος ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος. Ἐπεὶ οὖν καὶ τοῦ σπουδαίου ἀνθρώπου καὶ τοῦ φίλου μέρος ἐστὶν ἡ ἀρετή, τὰ δὲ μέρη οὔτε ταὐτὰ τοῖς ὅλοις ἐστὶν οὔτε ἕτερα τῶν ὅλων, εἴρηται ὁ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας. Ὥστε πᾶν ἀγαθὸν τῷ ὅρῳ ἐμπεριειλῆφθαι, ἐάν τε ἐξ εὐθείας ὠφέλεια τυγχάνῃ ἐάν τε μὴ ᾖ ἕτερον ὠφελείας. Ἔνθεν καὶ κατ’ ἀκολουθίαν τριχῶς εἰπόντες ἀγαθὸν προσαγορεύεσθαι, ἕκαστον τῶν σημαινομένων κατ’ ἰδίαν πάλιν ἐπιβολὴν ὑπογράφουσιν. Λέγεται γὰρ ἀγαθόν, φασί, καθ’ ἕνα μὲν τρόπον τὸ ὑφ’ οὗ ἢ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατον ὑπῆρχε καὶ ἀρετή· ἀπὸ

γὰρ ταύτης ὥσπερ τινὸς πηγῆς πᾶσα πέφυκεν ἀνίσχειν ὠφέλεια. Καθ’ ἕτερον δὲ τὸ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι· οὕτως οὐ μόνον αἱ ἀρεταὶ λεχθήσονται ἀγαθὰ ἀλλὰ καὶ αἱ κατ’ αὐτὰς πράξεις, εἴπερ καὶ κατὰ ταύτας συμβαίνει ὠφελεῖσθαι. Κατὰ δὲ τὸν τρίτον καὶ τελευταῖον τρόπον λέγεται ἀγαθὸν τὸ οἷόν τε ὠφελεῖν, ἐμπεριλαμβανούσης τῆς ἀποδόσεως ταύτης τάς τε ἀρετὰς καὶ τὰς ἐναρέτους πράξεις καὶ τοὺς φίλους καὶ τοὺς σπουδαίους ἀνθρώπους θεούς τε καὶ σπουδαίους δαίμονας.

ibid. 30. οἱ δ’ ἀπὸ τῆς Στοᾶς θέλουσιν ἐπὶ τῆς τοῦ ἀγαθοῦ προσηγορίας τὸ δεύτερον σημαινόμενον ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου καὶ τὸ τρίτον περιληπτικὸν τῶν δυοῖν.

ibid. 33 (adversarii dixerant: ὡς εἰ ταῖς ἀληθείαις ἀγαθόν ἐστι τὸ ἀφ’ οὗ ἔστιν ὠφελεῖσθαι, μόνην ῥητέον τὴν γενικὴν ἀρετὴν ἀγαθὸν ὑπάρχειν - - ἐκπίπτειν δὲ τοῦ ὅρου ἑκάστην τῶν εἰδικῶν) οἱ δ’ ἀντικαθιστάμενοι πρὸς τοῦτο τὸ ἔγκλημα τοῦτό φασιν. Ὅταν λέγωμεν ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τὸ ὠφελεῖσθαι ἐν ἴσῳ τοῦτο λέγομεν 〈τῷ〉 ἀγαθόν ἐστιν ἀφ’ οὗ συμβαίνει τι τῶν ἐν τῷ βίῳ ὠφελεῖσθαι. οὕτω γὰρ καὶ ἑκάστη τῶν ἐπ’ εἴδους ἀρετῶν ἀγαθὸν γενήσεται, κοινῶς μὲν τὸ ὠφελεῖν μὴ ἐπιφέρουσα, τὶ δὲ τῶν ἐν τῷ 〈βίῳ〉 ὠφελεῖσθαι παρεχομένη, οἷον ἡ μὲν φρονεῖν, καθάπερ ἡ φρόνησις, ἡ δὲ σωφρονεῖν, ὡς ἡ σωφροσύνη.

Cf. Pyrr. Hypot. III 169 sq.

Diog. Laërt. VII 94. ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δὲ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτως λέγεσθαι· οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ’ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθ’ ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ’ ἀρετήν· ὑφ’ οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς· (ἄλλως δὲ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθὸν τὸ τέλειον κατὰ φύσιν λογικοῦ ὡς λογικοῦ. τοιοῦτον δ’ εἶναι τὴν ἀρετήν) ὥσ〈τε〉 μετέχοντα τάς τε πράξεις τὰς κατ’ ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι, ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια. ὡσαύτως δὲ τῶν κακῶν τὸ μὲν εἶναι ἀφροσύνην, δειλίαν, ἀδικίαν καὶ τὰ παραπλήσια· μετέχοντα δὲ κακίας τάς τε πράξεις τὰς κατὰ κακίαν καὶ τοὺς φαύλους· ἐπιγεννήματα δὲ τήν τε δυσθυμίαν καὶ τὴν δυσφροσύνην καὶ τὰ ὅμοια.