Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Clemens Al. Strom. II p. 483 Pott. Τριττὰ δὲ εἴδη φιλίας διδασκόμεθα καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον τὸ κατ’ ἀρετήν· στεῤῥὰ γὰρ ἡ ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον κατ’ ἀμοιβήν· κοινωνικὸν δὲ τοῦτο καὶ μεταδοτικὸν καὶ βιωφελές· κοινὴ γὰρ ἡ ἐκ χάριτος φιλία· τὸ δὲ ὕστατον καὶ τρίτον ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμέν· οἱ δὲ τὸ καθ’ ἡδονὴν τρεπτὸν καὶ μεταβλητόν.

Plutarchus de Stoic. repugn. cp. 13 p. 1039b. Ἔτι τοίνυν ἐν τῷ δευτέρῳ περὶ Φιλίας, διδάσκων ὡς οὐκ ἐπὶ πᾶσι δεῖ τοῖς ἁμαρτήμασι τὰς φιλίας διαλύεσθαι, ταύταις κέχρηται ταῖς λέξεσι (sc. Chrysippus)

Προσήκει γὰρ τὰ μὲν ὅλως παραπέμπεσθαι, τὰ δὲ μικρᾶς ἐπιστροφῆς τυγχάνειν, τὰ δὲ καὶ ἐπὶ μεῖζον, τὰ δὲ ὅλως διαλύσεως ἀξιοῦσθαι - - ἐν τῷ αὐτῷ φησιν ὅτι τοῖς μὲν ἐπὶ πλεῖον, τοῖς δ’ ἐπ’ ἔλαττον συμβαλοῦμεν· ὥστε τοὺς μὲν μᾶλλον, τοὺς δὲ ἧττον φίλους εἶναι· ἐπὶ πολὺ δὲ τῆς τοιαύτης παραλλαγῆς γενομένης, οἱ μὲν τοσαύτης οἱ δὲ τοσαύτης γίνονται φιλίας ἄξιοι· καὶ οἱ μὲν ἐπὶ τοσοῦτον ⟨οἱ δὲ ἐπὶ τοσοῦτον⟩ πίστεως καὶ τῶν ὁμοίων καταξιωθήσονται.