Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 131. πολιτείαν δὲ ἀρίστην τὴν μικτὴν ἔκ τε δημοκρατίας καὶ βασιλείας καὶ ἀριστοκρατίας.
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043e. Οὕτω δὲ αὐτὸν (sc. sapientem) ἄρας ἐκεῖ (in libro περὶ Φύσεως) καὶ ὀγκώσας ἐνταῦθα πάλιν εἰς μισθαρνίαν καταβάλλει καὶ σοφιστείαν· καὶ γὰρ αἰτήσειν καὶ προλήψεσθαι, τὸ μὲν εὐθὺς ἀρχομένου, τὸ δὲ χρόνου τῷ μαθητῇ διελθόντος, ὅπερ εὐγνωμονέστερον εἶναί
φησιν, ἀσφαλέστερον δὲ τὸ προλαμβάνειν, ὡς ἀδικήματα τοῦ τόπου ἐπιδεχομένου. Λέγει δὲ οὕτως·Εἰσπράττονται δὲ τὸν μισθὸν οὐ πάντας οἱ νοῦν ἔχοντες ὡσαύτως· ἀλλ’ ἄλλως ⟨ἄλλους⟩, ὡς ἂν ὁ καιρὸς φέρῃ, οὐκ ἐπαγγελλόμενοι ποιήσειν ἀγαθούς, καὶ ταῦτ’ ἐν ἐνιαυτῷ· ὅσα δὲ πρὸς ἑαυτούς, ταῦτα ποιήσειν πρὸς τὸν συμφωνηθέντα χρόνον. Καὶ πάλιν προελθών· Τόν τε καιρὸν εἴσεται, πότερον εὐθὺς δεῖ τὸν μισθὸν λαμβάνειν ἅμα τῇ προσόδῳ, καθάπερ πλείους πεποιήκασιν, ἢ καὶ χρόνον αὐτοῖς διδόναι, τοῦ τόπου τούτου μᾶλλον καὶ ἀδικήματα ἐπιδεχομένου, δόξαντος δ’ ἂν εἶναι εὐγνωμονεστέρου.