Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. c. 5 p. 1034b. Χρύσιππος δὲ πάλιν ἐν τῷ περὶ Ῥητορικῆς γράφων οὕτω ῥητορεύσειν καὶ πολιτεύσεσθαι τὸν σοφόν, ὡς καὶ τοῦ πλούτου ὄντος ἀγαθοῦ, καὶ τῆς δόξης καὶ τῆς ὑγείας, ὁμολογεῖ τοὺς λόγους αὐτῶν ἀνεξόδους εἶναι καὶ ἀπολιτεύτους, καὶ τὰ δόγματα ταῖς χρείαις ἀνάρμοστα καὶ ταῖς πράξεσιν.
Plutarchus de Stoic. repugn. cp. 23 p. 1045d. Ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, δι’ αὐτῶν παραθήσομαι τῶν ἐκείνου λέξεων. Ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις, διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι·
Πότερον, φησίν, ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα ὁποτέρῳ βούλεται ἀποδοῦναι, κ⟨αθ’ ὃ⟩ ἂν τύχωσιν αὐτῷ συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον τρόπον τινά, ⟨ἢ⟩ μᾶλλον ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου γινομένου ἐνάλλως κατὰ τὴν ἐπίκλισιν ὡς ἔτυχε δοῦναι αὐτόν· λέγω δὲ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν.