Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 30 p. 1047f. ἐν δὲ τῷ ἑβδόμῳ τοῦ Καθήκοντος καὶ κυβιστήσειν τρὶς (sc. τὸν σοφὸν) ἐπὶ τούτῳ λαβόντα τάλαντον.

Cicero de officiis III 10, 42. Scite Chrysippus ut multa: Qui stadium, inquit, currit, eniti et contendere debet, quam maxime possit, ut vincat; supplantare eum, quocum certet, aut manu depellere nullo modo debet. Sic in vita sibi quemque petere quod pertineat ad usum, non iniquum est: alteri deripere ius non est.

Stobaeus ecl. II 111, 3 W. Καὶ βασιλεύσειν τέ ποτε τὸν νοῦν ⟨ἔχοντα⟩ καὶ βασιλεῖ συμβιώσεσθαι καὶ εὐφυΐαν ἐμφαίνοντι καὶ φιλομάθειαν. ἔφαμεν δ’ ὅτι καὶ πολιτεύεσθαι κατὰ τὸν προηγούμενον λόγον οἷόν ἐστι, μὴ πολιτεύεσθαι δὲ ἐάν τι ⟨κωλύῃ⟩ καὶ μάλιστ’ ⟨ἂν⟩ μηδὲν ὠφελεῖν μέλλῃ τὴν πατρίδα, κινδύνους δὲ παρακολουθεῖν ὑπολαμβάνῃ μεγάλους καὶ χαλεποὺς ἐκ τῆς πολιτείας.

Plutarchus de Stoic. repugn. cp. 20 p. 1043bc. ἀλλ’ αὐτὸς ὁ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Βίων βασιλείαν τε τὸν σοφὸν ἑκουσίως ἀναδέχεσθαι, λέγει, χρηματιζόμενον ἀπ’ αὐτῆς· κἂν αὐτὸς βασιλεύειν μὴ δύνηται, συμβιώσεται βασιλεῖ καὶ στρατεύσεται μετὰ βασιλέως, οἷος ἦν Ἰδάνθυρσος ὁ Σκύθης ἢ Λεύκων ὁ Ποντικός. Παραθήσομαι δὲ καὶ ταύτην αὐτοῦ τὴν διάλεκτον etc. - -

Ὅτι γάρ, φησί, καὶ στρατεύσεται μετὰ δυναστῶν καὶ βιώσεται, πάλιν ἐπισκεψώμεθα τούτων ἐχόμενοι, τινῶν μὲν οὐδὲ ταῦτα ὑπονοούντων διὰ τοὺς ὁμοίους ὑπολογισμούς, ἡμῶν δὲ καὶ ταῦτα ἀπολειπόντων, διὰ τοὺς παραπλησίους λόγους. καὶ μετὰ μικρόν· Οὐ μόνον δὲ μετὰ τῶν προκεκοφότων ἐπὶ ποσὸν καὶ ἐν ἀγωγαῖς καὶ ἐν ἔθεσι ποιοῖς γεγονότων, οἷον παρὰ Λεύκωνι καὶ Ἰδανθύρσῳ.

p. 1043e. ὁ δὲ Χρύσιππος ἕνεκα χρηματισμοῦ τὸν σοφὸν ἐπὶ κεφαλὴν ἐς Παντικάπαιον ὠθεῖ καὶ τὴν Σκυθῶν ἐρημίαν.

Plutarchus de comm. not. cp. 7 p. 1061 d. Ἆρ’ οὖν ὁμοίως ὑγιείας ἐπιλειπούσης, αἰσθητηρίου καμόντος, οὐσίας ἀπολλυμένης ἀφρόντιστός ἐστι καὶ πρὸς αὑτὸν οὐδὲν ἡγούμενος τούτων ὁ σοφός; ἢ νοσῶν μὲν ἰατροῖς τελεῖ μισθούς, χρημάτων δ’ ἕνεκα πρὸς Λεύκωνα πλεῖ τὸν ἐν Βοσπόρῳ δυνάστην, καὶ πρὸς Ἰδάνθυρσον ἀποδημεῖ τὸν Σκύθην; ὥς φησι Χρύσιππος, τῶν δ’ αἰσθήσεων ἔστιν ἃς ἀποβαλὼν οὐδὲ ζῆν ὑπομένει;