Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus eclog. II 7 p. 105, 11 Wachsm. Μηδὲ γὰρ τὴν κατ’ ἀξίαν ποιεῖσθαι δόσιν τῆς ἀρετῆς τῶν φαύλων τινά, σπουδαῖον μὲν γὰρ εἶναι τὴν δόσιν, ἐπιστήμην οὖσαν, καθ’ ἣν ἀξιόλογόν τι ἡγούμεθα περιποιεῖσθαι. Τῶν δὲ σπουδαίων μηδὲν εἰς φαύλους πίπτειν, ὥστε μηδὲ τὴν ἀξίαν τῆς ἀρετῆς δόσιν ποιεῖσθαί τινα τῶν φαύλων. Εἰ γὰρ τὴν κατ’ ἀξίαν τις ἐποιεῖτο δόσιν τῶν ἀφρόνων τῆς ἀρετῆς, ἐφ’ ὅσον ἐτίμα ταύτην, ἀπῳκονομεῖτο ἂν τὴν κακίαν. Πᾶς δέ τις ἄφρων σύνεστιν ἡδέως τῇ ἑαυτοῦ κακίᾳ. Σκοπεῖν γὰρ δεῖ μὴ τὸν ἐξώφορον αὐτῶν λόγον, φαῦλον ὄντα, ἀλλὰ τὸν τῶν πράξεων. Ἐκ τούτων γὰρ ἀπελέγχονται [καὶ] μὴ περὶ τὰ καλὰ καὶ σπουδαῖα παρωρμημένοι, ἀλλὰ περὶ τὰς ἀνδραποδώδεις ἀμέτρους ἀπολαύσεις.

Diog. Laërt. VII 188 ἐν δὲ τῷ δευτέρῳ περὶ Βίων καὶ πορισμοῦ προνοεῖν, λέγων ὅπως ποριστέον τῷ σοφῷ. Καίτοι τίνος χάριν ποριστέον αὐτῷ; εἰ μὲν γὰρ τοῦ ζῆν ἕνεκεν, ἀδιάφορον τὸ ζῆν· εἰ δὲ ἡδονῆς, καὶ αὕτη ἀδιάφορος· εἰ δὲ τῆς ἀρετῆς, αὐτάρκης αὕτη πρὸς εὐδαιμονίαν. καταγέλαστοι δὲ καὶ οἱ τρόποι τοῦ πορισμοῦ, οἷον οἱ ἀπὸ βασιλέως· εἴκειν γὰρ αὐτῷ δεήσει, καὶ οἱ ἀπὸ φιλίας· λήμματος γὰρ ὤνιος ἡ φιλία ἔσται. καὶ οἱ ἀπὸ σοφίας· μισθαρνήσει γὰρ ἡ σοφία.

Stobaeus eclog. II 7 p. 109, 10. Τρεῖς δὲ προηγουμένους εἶναι βίους, τόν τε βασιλικὸν καὶ τὸν πολιτικὸν καὶ τρίτον τὸν ἐπιστημονικόν· ὁμοίως δὲ καὶ χρηματισμοὺς τρεῖς προηγουμένους, τόν τε ἀπὸ τῆς βασιλείας, καθ’ ὃν ἢ αὐτὸς βασιλεύσει ἤ μοναρχικῶν χρημάτων εὐπορήσει· δεύτερον δὲ τὸν ἀπὸ τῆς πολιτείας, πολιτεύσεσθαι γὰρ κατὰ τὸν προηγούμενον λόγον· καὶ γὰρ γαμήσειν καὶ παιδοποιήσεσθαι, ἀκολουθεῖν ⟨γὰρ⟩ ταῦτα τῇ τοῦ λογικοῦ ζῴου καὶ κοινωνικοῦ καὶ φιλαλλήλου ⟨φύσει⟩. Χρηματιεῖσθαι οὖν καὶ ἀπὸ τῆς πολιτείας καὶ ἀπὸ τῶν φίλων, τῶν ἐν ὑπεροχαῖς ὄντων. Περὶ δὲ τοῦ σοφιστεύσειν καὶ ἀπὸ σοφιστείας εὐπορήσειν χρημάτων διέστησαν οἱ ἀπὸ τῆς αἱρέσεως κατὰ τὸ σημαινόμενον. Τὸ μὲν γὰρ χρηματιεῖσθαι ἀπὸ τῶν κατὰ τὴν παιδείαν καὶ μισθούς ποτε λήψεσθαι παρὰ τῶν φιλομαθούντων διωμολογήσαντο· περὶ δὲ τὸ σημαινόμενον ἐγένετό τις ἐν αὐτοῖς ἀμφισβήτησις, τῶν μὲν αὐτὸ τοῦτο λεγόντων σοφιστεύειν, τὸ ἐπὶ μισθῷ μεταδιδόναι τῶν τῆς φιλοσοφίας δογμάτων, τῶν δ’ ὑποτοπησάντων ἐν τῷ σοφιστεύειν περιέχεσθαί τι φαῦλον, οἱονεὶ λόγους καπηλεύειν, οὐ

φαμένων δεῖν ἀπὸ παιδείας παρὰ τῶν ἐπιτυχόντων χρηματίζεσθαι, καταδεέστερον γὰρ εἶναι τὸν τρόπον τοῦτον τοῦ χρηματισμοῦ τοῦ τῆς φιλοσοφίας ἀξιώματος.

Diog. Laërt. VII 130. βίων δὲ τριῶν ὄντων, θεωρητικοῦ καὶ πρακτικοῦ καὶ λογικοῦ, τὸν τρίτον φασὶν αἱρετέον· γεγονέναι γὰρ ὑπὸ τῆς φύσεως ἐπίτηδες τὸ λογικὸν ζῷον πρὸς θεωρίαν καὶ πρᾶξιν.