Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plutarchus de Stoic. repugn. cp. 12 p. 1038a.Τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον ὁ Χρύσιππός φησιν οὐδ’ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι. Ταῦτα δ’εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων, αὖθις λέγει καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν ὧν οὐδέν ἐστι χρήσιμον κατ’ αὐτούς. Καὶ μὴν οὐδ’ οἰκεῖον οὐδ’ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις·

Κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδέν, τῷ δὲ φαύλῳ οἰκεῖον οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν ἐστιν αὐτῶν.

Plutarchus de comm. not. cp. 20 p. 1068a. γράφων ἐν τοῖς περὶ

Κατορθωμάτων, ὡς ὁ φαῦλος οὐδενὸς δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον. (ἡ κακία μεθ’ ἧς οὐδὲ ὑγίεια χρήσιμον, οὐδὲ πλῆθος χρημάτων, οὐδὲ προκοπή).

ibid. c. Νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος, τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν, δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς οὐ δέονται μέν, ἐνδέονται δὲ οἱ φαῦλοι.

Seneca ep. 9, 14. Volo tibi Chrysippi quoque distinctionem indicare. ait: sapientem nulla re egere et tamen multis illi rebus opus esse. contra stulto nulla re opus est, nula enim re uti scit, sed omnibus eget.

Schol. in Hom. Iliad. Ω 536. ὄλβῳ· δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊκοῖς ὁ ἀπαίδευτος.