Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Plutarchus de Stoic. repugn. cp. 25 p. 1046b. (ἐν πρώτῳ περὶ τῶν Κατορθωμάτων) Τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν· ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπ’ ἀλλοτρίοις κακοῖς χαίρει, ⟨τῶν δὲ φαύλων οὐδεὶς χαίρει⟩ τὸ παράπαν.
p. 1046c. ἣν (sc. τὴν ἐπιχαιρεκακίαν) ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν, ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.
Plutarchus de comm. not. cp. 21 p. 1068d.ἀλλ’ οὐκ ὠφελοῦνται (scil. οἱ φαῦλοι) τούτων τυγχάνοντες, οὐδ’ εὖ πάσχουσιν, οὐδ’ εὐεργέτας ἔχουσιν, οὐδ’ εὐεργετῶν ἀμελοῦσιν. Οὐ τοίνυν οὐδ’ ἀχαριστοῦσιν οἱ φαῦλοι· καὶ μὴν οὐδὲ οἱ νοῦν ἔχοντες. Ἀνύπαρκτον οὖν ἐστι τὸ ἀχάριστον· οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. Ὅρα δή, τί πρὸς ταῦτα λέγουσιν ὅτι ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ οἱ φαῦλοι τυγχάνουσιν. Cf Seneca de beneficiis V 12,3.
Clemens Al. Strom. VI 17 p. 822 Port. διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν [μέν] ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις.