Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 68, 8 W. Ὁμοίως δὲ μηδ’ ὁσίους εἶναί φασι τοὺς φαύλους. Τὴν γὰρ ὁσιότητα ὑπογράφεσθαι δικαιοσύνην πρὸς θεούς· τοὺς δὲ φαύλους παρεκβαίνειν πολλὰ τῶν πρὸς θεοὺς δικαίων, παρ’ ὃ καὶ ἀνοσίους εἶναι καὶ ἀκαθάρους καὶ ἀνάγνους καὶ μιαροὺς καὶ ἀνεορτάστους. Τὸ γὰρ ἑορτάζειν ἀστείου φασὶν εἶναι, τῆς ἑορτῆς οὔσης χρόνου τινὸς ἐν ιὧ χρὴ περὶ τὸ θεῖον γίγνεσθαι τιμῆς χάριν καὶ καθηκούσης ἐπισημασίας,

ὅθεν καὶ τὸν ἑορτάζοντα συγκαθεικέναι δεῖ μετ’ εὐσεβείας εἰς τὴν τοιαύτην τάξιν.

Stobaeus eclog. II 7 p. 105 W. Ἀρέσκει δὲ καὶ πᾶν ἁμάρτημα ἀσέβημα εἶναι. Τὸ γὰρ παρὰ τὴν βούλησίν τι πράττεσθαι τοῦ θεοῦ ἀσεβείας εἶναι τεκμήριον. Τῶν γὰρ θεῶν οἰκειουμένων μὲν τῇ ἀρετῇ καὶ τοῖς ταύτης ἔργοις, ἀλλοτριουμένων δὲ τῇ κακίᾳ καὶ τοῖς ἀπὸ ταύτης συντελουμένοις, τοῦ δ’ ἁμαρτήματος ὄντος ἐνεργήματος κατὰ κακίαν, κατεφαίνετο πᾶν ἁμάρτημα ἀπαρεστὸν θεοῖς ὑπάρχον (τοῦτο δ’ ἐστὶν ἀσέβημα)· [καὶ] καθ’ ἕκαστον γὰρ ἁμάρτημα ὁ φαῦλος ἀπαρεστόν τι ποιεῖ θεοῖς. - Ἔτι δὲ ἐπεὶ πᾶς φαῦλος ὅσα ποιεῖ κατὰ κακίαν ποιεῖ, καθάπερ ὁ σπουδαῖος κατ’ ἀρετήν, καὶ ὁ μίαν ἔχων κακίαν πάσας ἔχει, ἐν δὴ ταύταις ὁρᾶσθαι καὶ τὴν ἀσέβειαν, οὐ τὴν τεταγμένην κατὰ τὴν ἐνέργειαν, ἀλλὰ τὴν τῇ εὐσεβείᾳ ἐναντίαν ἕξιν. Τὸ δὲ κατὰ ἀσέβειαν πεπραγμένον ἀσέβημα εἶναι, πᾶν ⟨ἄρ’⟩ ἁμάρτημα ἀσέβημα εἶναι.

Ἔτι δ’ ἀρέσκει αὐτοῖς καὶ πάντ’ εἶναι τὸν ἄφρονα θεοῖς ἐχθρόν· τὴν γὰρ ἔχθραν ἀσυμφωνίαν εἶναι ⟨περὶ⟩ τῶν κατὰ τὸν βίον καὶ διχόνοιαν, ὥσπερ καὶ τὴν φιλίαν συμφωνίαν καὶ ὁμόνοιαν. Διαφωνοῦσι δ’ οἱ φαῦλοι πρὸς τοὺς θεοὺς περὶ τῶν κατὰ τὸν βίον, διόπερ πᾶς ἄφρων θεοῖς ἐχθρός ἐστιν. Ἔτι εἰ πάντες τοὺς ἐναντίους αὐτοῖς ἐχθροὺς εἶναι νομίζουσι, τῷ δὲ σπουδαίῳ ὁ φαῦλός ἐστιν ἐναντίος καὶ σπουδαῖός ἐστιν ὁ θεός, ὁ φαῦλος θεοῖς ἐστιν ἐχθρός.

Plutarchus de Stoic. repugn. cp. 31 p. 1048e. Καὶ μὴν οὔθ’ αὑτὸν ὁ Χρύσιππος ἀποφαίνει σπουδαῖον οὔτε τινὰ τῶν αὑτοῦ γνωρίμων ἢ καθηγεμόνων, τί οὖν περὶ. τῶν ἄλλων φρονοῦσιν ἢ ταῦτα ἅπερ λέγουσι; μαίνεσθαι πάντας, ἀφραίνειν, ἀνοσίους εἶναι, παρανόμους, ἐπ’ ἄκρον ἥκειν δυστυχίας, κακοδαιμονίας ἁπάσης.

Stobaeus ecl. II 68, 18 W. Ἔτι δὲ λέγουσι πάντα φαῦλον μαίνεσθαι, ἄγνοιαν ἔχοντα αὑτοῦ καὶ τῶν καθ’ αὑτόν, ὅπερ ἐστὶ μανία. Τὴν δ’ ἄγνοιαν εἶναι ἐναντίαν κακίαν τῇ φρονήσει· ταύτην δὲ πρός τί πως ἔχουσαν ἀκαταστάτους καὶ πτοιώδεις παρεχομένην τὰς ὁρμὰς μανίαν εἶναι· διὸ καὶ ὑπογράφουσι τὴν μανίαν οὕτως· ἄγνοιαν πτοιώδη.