Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. II 109, 1 W. Λέγουσι δὲ καὶ ἄριστον αὑτοῦ ἰατρὸν εἶναι τὸν σπουδαῖον ἄνδρα· ἐπιμελῆ γὰρ ὄντα τῆς ἰδίας φύσεως παρατηρητὴν ὑπάρχειν καὶ τῶν πρὸς ὑγίειαν ἐπιστήμονα συμφερόντων.

Sextus Emp. adv. math. VII 432. Ἄλλως τε, εἰ πᾶσα φαύλου κατ’ αὐτοὺς ὑπόληψις ἄγνοιά ἐστι καὶ μόνος ὁ σοφὸς ἀληθεύει καὶ ἐπιστήμην ἔχει τἀληθοῦς βεβαίαν, ἀκολουθεῖ μέχρι δεῦρο ἀνευρέτου καθεστῶτος τοῦ σοφοῦ κατ’ ἀνάγκην καὶ τἀληθὲς ἀνεύρετον εἶναι, διὰ δὲ τοῦτο καὶ πάντα ἀκατάληπτα τυγχάνειν, ἐπείπερ φαῦλοι πάντες ὄντες οὐκ ἔχομεν βεβαίαν τῶν ὄντων κατάληψιν. τούτου δὲ οὕτως ἔχοντος ἀπολείπεται, τὰ ὑπὸ τῶν Στωϊκῶν πρὸς τοὺς ἀπὸ τῆς σκέψεως λεγόμενα παρὰ μέρος καὶ ὑπὸ

τῶν σκεπτικῶν πρὸς ἐκείνους λέγεσθαι. ἐπεὶ γὰρ τοῖς φαύλοις κατ’ αὐτοὺς ἐγκαταριθμοῦνται Ζήνων τε καὶ Κλεάνθης καὶ Χρύσιππος καὶ οἱ λοιποὶ τῶν ἀπὸ τῆς αἱρέσεως, πᾶς δὲ φαῦλος ἀγνοίᾳ κρατεῖται, πάντως ἠγνόει Ζήνων πότερον ἐν κόσμῳ περιέχεται ἢ αὐτὸς τὸν κόσμον περιέσχηκεν καὶ πότερον ἀνήρ ἐστιν ἢ γυνή, καὶ οὐκ ἠπίστατο Κλεάνθης εἴτε ἄνθρωπός ἐστιν εἰτε τι θηρίον Τυφῶνος πολυπλοκώτερον. καὶ μὴν ἢ ἐγίγνωσκε τὸ δόγμα τοῦτο Χρύσιππος στωϊκὸν ὄν, φημὶ δὴ τὸ πάντα ἀγνοεῖ ὁ φαῦλος ἢ οὐδὲ αὐτὸ τοῦτο ἠπίστατο. καὶ εἰ μὲν ἠπίστατο, ψεῦδος τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον· αὐτὸ γὰρ τοῦτο φαῦλος ὢν ἐγίνωσκεν ὁ Χρύσιππος, τὸ πάντα ἀγνοεῖν τὸν φαῦλον. εἰ δ’ οὐδ’ αὐτὸ τοῦτο ιιἤδει τὸ ὅτι πάντα ἀγνοεῖ, πῶς περὶ πολλῶν δογματίζει, τιθεὶς τὸ ἕνα εἶναι κόσμον καὶ προνοίᾳ τοῦτον διοικεῖσθαι καὶ διόλου τρεπτὴν εἶναι τὴν οὐσίαν καὶ ἄλλα παμπληθῆ; πάρεστι δὲ εἰ τινι φίλον ἐστί, καὶ τὰς ἄλλας ἀπορίας τὸν ἀντερωτῶντα, ὡς ἔθος ἔχουσιν αὐτοὶ τοῖς σκεπτικοῖς, προσάγειν.

Alexander Aphrod. de fato cp. 28 p. 199, 7 Bruns. οἱ δὲ φάσκοντες ἐξ ἀνάγκης ἡμᾶς εἶναί τε καὶ γίνεσθαι τοιούτους (scil. ἀγαθοὺς ἢ κακούς), καὶ μὴ καταλιπόντες ἡμῖν τὴν ἐξουσίαν τοῦ ταῦτα πράττειν τε καὶ μή, δι’ ὧν ἂν τοιοῦτοι γενοίμεθα - πῶς οὐχ ὁμολογήσουσιν κάκιστον γεγονέναι τῶν ζῴων ἁπάντων ὑπὸ τῆς φύσεως τὸν ἄνθρωπον, δι’ ὅν φασιν πάντα τἆλλα γενέσθαι, ὡς συντελέσοντα πρὸς τὴν τούτου σωτηρίαν; εἰ γὰρ ἡ μὲν ἀρετή τε καὶ ἡ κακία μόναι κατ’ αὐτοὺς ἡ μὲν ἀγαθόν, ἡ δὲ κακόν, καὶ οὐδὲν τῶν ἄλλων ζῴων οὐδετέρου τούτων ἐστὶν ἐπιδεκτικόν, τῶν δὲ ἀνθρώπων οἱ πλεῖστοι κακοί, μᾶλλον δὲ ἀγαθὸς μὲν εἷς ἢ δεύτερος ὑπ’ αὐτῶν γεγονέναι μυθεύεται, ὥσπερ τι παράδοξον ζῷον καὶ παρὰ φύσιν σπανιώτερον τοῦ φοίνικος τοῦ παρ’ Αἰθίοψιν, οἱ δὲ πάντες κακοὶ καὶ ἐπίσης ἀλλήλοις τοιοῦτοι, ὡς μηδὲν διαφέρειν ἄλλον ἄλλου, μαίνεσθαι δὲ ὁμοίως πάντας ὅσοι μὴ σοφοί, πῶς οὐκ ἂν ἀθλιώτατον ζῷον ἁπάντων ὁ ἄνθρωπος εἴη, ἔχων τήν τε κακίαν καὶ τὸ μαίνεσθαι σύμφυτα αὑτῷ καὶ συγκεκληρωμένα;

Seneca de beneficiis IV 27. Timidus dicitur aliquis, quia stultus est: et hoc malos sequitur, quos indiscreta et universa vitia circumstant; dicitur timidus proprie natura etiam ad inanes sonos pavidus. Stultus omnia vitia habet, sed non in omnia natura pronus est: alius in avaritiam, alius in luxuriam, alius in petulantiam inclinatur. Itaque errant illi, qui interrogant Stoicos: quid ergo? Achilles timidus est? - - Non hoc dicimus, sic omnia vitia esse in omnibns, quomodo in quibusdam singula eminent, sed malum ac stultum nullo vitio vacare. ne audacem quidem timoris absolvimus, ne prodigum quidem avaritia liberamus.