Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Cicero de republ. I 28. Quis vero divitiorem quemquam putet quam eum, cui nihil desit, quod quidem natura desideret, aut potentiorem quam illum, qui omnia, quae expetat, consequatur, aut beatiorem, quam qui sit omni perturbatione animi liberatus, aut firmiore fortuna, quam qui ea possideat, quae secum, ut aiunt, vel e naufragio possit ecferre? Quod autem imperium, qui magistratus, quod regnum potest esse praestantius quam despicientem omnia humana et inferiora sapientia ducentem nihil unquam nisi sempiternum et divinum animo volutare?
Stobaeus ecl. II p. 114, 4. Εὐτεκνεῖν δὲ μόνον τὸν ἀστεῖον, οὔ τι μὴν πάντα, δεῖν γὰρ τὸν εὐτεκνοῦντα ἀστεῖα τέκνα ἔχοντα χρήσασθαι αὐτοῖς ὡς τοιούτοις. Εὐγηρεῖν τε μόνον καὶ εὐθανατεῖν τὸν σπουδαῖον· εὐγηρεῖν γὰρ εἶναι τὸ μετὰ ποιοῦ γήρως διεξάγειν κατ’ ἀρετήν, εὐθανατεῖν δὲ τὸ μετὰ ποιοῦ θανάτου κατ’ ἀρετὴν τελευτᾶν.
Stobaeus ecl. II 114, 10 W. Καὶ τά τε ὑγιεινὰ καὶ νοσερὰ πρὸς ἄνθρωπον λέγεσθαι καὶ ὡς τρόφιμα, καὶ τὰ λυτικὰ καὶ στατικὰ καὶ τὰ τούτοις παραπλήσια. Ὑγιεινὰ μὲν γὰρ εἶναι τὰ εὐφυῶς ἔχοντα πρὸς τὸ περιποιεῖν ὑγίειαν ἢ συνέχειν· νοσερὰ δὲ τὰ ἐναντίως ἔχοντα τούτοις. Παραπλήσιον δ’ εἶναι καὶ τὸν ἐπὶ τῶν ἄλλων λόγον.
Philo de sobrietate § 56 Vol. II p. 226, 16 Wendl. ὁ δὲ ἔχων τὸν κλῆρον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος ὑιός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις· οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης.