Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus eclog. II 7 p. 106, 21. Ἶσά τε πάντα λέγουσιν εἶναι τὰ ἁμαρτήματα, οὐκέτι δ’ ὅμοια. Καθάπερ γὰρ ἀπὸ μιᾶς τινος πηγῆς τῆς κακίας φέρεσθαι πέφυκε, τῆς κρίσεως οὔσης ἐν πᾶσι τοῖς ἁμαρτήμασι τῆς αὐτῆς· παρὰ δὲ τὴν ἔξωθεν αἰτίαν τῶν ἐφ’ οἷς αἱ κρίσεις ἀποτελοῦνται μέσων διαλλαττόντων, διάφορα κατὰ ποιότητα γίνεσθαι τὰ ἁμαρτήματα. Λάβοις δ’ ἂν εἰκόνα σαφῆ τοῦ δηλουμένου τῷδ’ ἐπιστήσας· πᾶν γὰρ τὸ ψεῦδος ἐπ’ ἴσης ψεῦδος συμβέβηκεν, οὐ γὰρ εἶναι ἕτερον ἑτέρου μᾶλλον διεψευσμένον· τό [τε] γὰρ νύκτ’ ⟨ἀεὶ⟩ εἶναι ψεῦδός ἐστι, καθάπερ τὸ ἱπποκένταυρον ζῆν· καὶ οὐ μᾶλλον εἰπεῖν ἔστι ψεῦδος εἶναι θάτερον θατέρου· ἀλλ’ οὐχὶ τὸ ψεῦδος ἐπίσης ψεῦδός ἐστιν, οὐχὶ δὲ καὶ οἱ διεψευσμένοι ἐπίσης εἰσὶ διεψευσμένοι. Καὶ ἁμαρτάνειν δὲ μᾶλλον καὶ ἧττον οὐκ
ἔστιν, πᾶσαν γὰρ ἁμαρτίαν κατὰ διάψευσιν πράττεσθαι. Ἔτι οὐχὶ κατόρθωμα μὲν μεῖζον καὶ ἔλαττον οὐ γίγνεσθαι, ἁμάρτημα δὲ μεῖζον καὶ ἔλαττον γίγνεσθαι· πάντα γάρ ἐστι τέλεια, διόπερ οὔτ’ ἐλλείπειν οὔτ’ ὑπερέχειν δύναιτ’ ἂν ἀλλήλων.Stobaeus ecl. II 113, 18 W. πάντων τε τῶν ἁμαρτημάτων ἴσων ὄντων καὶ τῶν κατορθωμάτων, καὶ τοὺς ἄφρονας ἐπίσης πάντας ἄφρονας εἶναι, τὴν αὐτὴν καὶ ἴσην ἔχοντας διάθεσιν. ἴσων δὲ ὄντων τῶν ἁμαρτημάτων εἶναί τινας ἐν αὐτοῖς διαφοράς, καθ’ ὅσον τὰ μὲν αὐτῶν ἀπὸ σκληρᾶς καὶ δυσιάτου διαθέσεως γίνεται, τὰ δ’ οὔ.
καὶ τῶν σπουδαίων δὲ ἄλλους ἄλλων προτρεπτικωτέρους γίγνεσθαι καὶ πειστικωτέρους, ἔτι δὲ καὶ ἀγχινουστέρους, κατὰ τὰ μέσα τὰ ἐμπεριλαμβανόμενα τῶν ἐπιτάσεων συμβαινουσῶν.