Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Stobaeus ecl. II 93, 14 W. κατόρθωμα δ’ εἶναι λέγουσι καθῆκον πάντας ἐπέχον τοὺς ἀριθμούς, ἢ - - τέλειον καθῆκον· ἁμάρτημά τε τὸ παρὰ τὸν ὀρθὸν λόγον πραττόμενον ἢ ἐν ᾧ παραλέλειπταί τι καθῆκον ὑπὸ λογικοῦ ζῴου.
Stobaeus ecl. II 96, 18 W. ἔτι δὲ τῶν ἐνεργημάτων φασὶ τὰ μὲν εἶναι κατορθώματα, τὰ δὲ ἁμαρτήματα, τὰ δ’ οὐδέτερα· κατορθώματα μὲν τὰ τοιαῦτα· φρονεῖν, σωφρονεῖν, δικαιοπραγεῖν, χαίρειν, εὐεργετεῖν, εὐφραίνεσθαι, φρονίμως περιπατεῖν, πάνθ’ ὅσα κατὰ τὸν ὀρθὸν λόγον πράττεται· ἁμαρτήματα δ’ εἶναι τό τε ἀφραίνειν καὶ τὸ ἀκολασταίνειν καὶ τὸ ἀδικεῖν καὶ τὸ λυπεῖσθαι καὶ τὸ φοβεῖσθαι καὶ τὸ κλέπτειν καὶ καθόλου ὅσα παρὰ τὸν ὀρθὸν λόγον πράττεται· οὔτε δὲ κατορθώματα οὔτε ἁμαρτήματα τὰ τοιαῦτα· λέγειν, ἐρωτᾶν, ἀποκρίνεσθαι, περιπατεῖν, ἀποδημεῖν καὶ τὰ τούτοις παραπλήσια.
Stobaeus eclog. II 7 p. 97, 5 Wachsm. Πάντα δὲ τὰ κατορθώματα δικαιοπραγήματα εἶναι καὶ εὐνομήματα καὶ εὐτακτήματα καὶ εὐεπιτηδεύματα καὶ εὐτυχήματα καὶ εὐδαιμονήματα καὶ εὐκαιρήματα καὶ εὐσχημονήματα· οὐκ ἔτι μέντοιγε φρονιμεύματα, ἀλλὰ μόνα τὰ ἀπὸ φρονήσεως· καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ ὠνόμασται, οἷον σωφρονήματα μὲν τὰ ἀπὸ σωφροσύνης, δικαιώματα δὲ τὰ ἀπὸ δικαιοσύνης. Τὰ δὲ ἁμαρτήματα ἐκ τῶν ἀντικειμένων ἀδικοπραγήματα καὶ ἀνομήματα καὶ ἀτακτήματα.
Stobaeus ecl. II 86, 5. τῶν δὲ κατορθωμάτων τὰ μὲν εἶναι ὧν χρή, τὰ δ’ οὔ. ὧν χρὴ μὲν εἶναι ⟨τὰ⟩ κατηγορούμενα ὠφελήματα, οἷον
τὸ φρονεῖν, τὸ σωφρονεῖν· οὐκ εἶναι δὲ ὧν χρὴ τὰ μὴ οὕτως ἔχοντα. ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ καθῆκον τὴν αὐτὴν γίνεσθαι τεχνολογίαν.