Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Clemens Al. Paed. I 13 p. 158 Pott. Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστι. αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι· τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ· τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ· ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ.
Philo de septen. et festis dieb. Vol. II Mang. p. 348. Πᾶν μὲν πάθος ἐπίληπτον, ἐπεὶ καὶ πᾶσα ἄμετρος καὶ πλεονάζουσα ὁρμὴ καὶ τῆς ψυχῆς ἡ ἄλογος καὶ παρὰ φύσιν κίνησις ὑπαίτιος.