Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Diog. Laërt. VII 89. τήν τε ἀρετὴν διάθεσιν εἶναι ὁμολογουμένην· καὶ αὐτὴν δι’ αὑτὴν εἶναι αἱρετήν, οὐ διά τινα φόβον ἢ ἐλπίδα ἤ τι τῶν ἔξωθεν· ἐν αὐτῇ τε εἶναι τὴν εὐδαιμονίαν, ἅτε οὔσῃ ψυχῇ πεποιημένῃ πρὸς τὴν ὁμολογίαν παντὸς τοῦ βίου.

Diog. Laërt. VII 127. καὶ αὐτὴν δι’ ⟨αὑτὴν⟩ αἱρετὴν εἶναι (scil. τὴν ἀρετήν)· αἰσχυνόμεθα γοῦν ἐφ’ οἷς κακῶς πράττομεν, ὡς ἂν μόνον τὸ καλὸν εἰδότες ἀγαθόν.