Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 129. ἔτι ἀρέσκει αὐτοῖς μηδὲν εἶναι ἡμῖν δίκαιον πρὸς τὰ ἄλλα ζῷα, διὰ τὴν ἀνομοιότητα, καθά φησι Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης.
Origenes contra Celsum IV 81 Vol. I p. 351, 7 Kö. (p. 563 Delarue) (Celsus formicarum et apum sollertiam laudibus extulerat). οὐδ’ ἐν τούτοις δὲ ἑώρακε τίνι διαφέρει τὰ ἀπὸ λόγου καὶ λογισμοῦ ἐπιτελούμενα τῶν ἀπ’ ἀλόγου φύσεως καὶ κατασκευῆς ψιλῆς γινομένων, ὧν τὴν αἰτίαν οὐδεὶς μὲν ἐνυπάρχων τοῖς ποιοῦσι λόγος ἀναδέχεται· οὐδὲ γὰρ ἔχουσιν αὐτόν — — πόλεις οὖν παρ’ ἀνθρώποις μετὰ πολλῶν ὑπέστησαν τεχνῶν καὶ διατάξεως νόμων· πολιτεῖαι δὲ καὶ ἀρχαὶ καὶ ἡγεμονίαι ἐν ἀνθρώποις ἤτοι αἱ κυρίως εἰσὶν οὕτως καλούμεναι, σπουδαῖαί τινες ἕξεις καὶ ἐνέργειαι, ἢ καὶ αἱ καταχρηστικώτερον οὕτως ὀνομαζόμεναι πρὸς τὴν κατὰ τὸ δυνατὸν ἐκείνων μίμησιν· ἐκείναις γὰρ ἐνορῶντες οἱ ἐπιτετευγμένως νομοτεθήσαντες συνεστήσαντο τὰς ἀρίστας πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας, ὧν οὐδὲν ἐν τοῖς ἀλόγοις ἔστιν εὑρεῖν.
Vol. I p. 352, 4 Kö. τὴν θείαν δὲ φύσιν θαυμαστέον μέχρι τῶν ἀλόγων ἐκτείνασαν τὸ οἱονεὶ πρὸς τὰ λογικὰ μίμημα.