Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Dio Chrysost. or. XV § 31 (Vol. II p. 240, 32 Arn.). ὥστε ὃς ἂν ᾖ πρὸς ἀρετὴν καλῶς γεγονώς, τοῦτον προσήκει γενναῖον λέγεσθαι — —. ἀλλὰ μὴν οὐχ οἷόν τε γενναῖον μὲν εἶναί τινα, μὴ εὐγενῆ δὲ τοῦτον, οὐδ’ εὐγενῆ ὄντα μὴ ἐλεύθερον εἶναι. ὥστε καὶ τὸν ἀγεννῆ πᾶσα ἀνάγκη δοῦλον εἶναι.

Stobaeus ecl. II 107, 14 W. περὶ δὲ εὐφυοῦς, ἔτι δὲ εὐγενοῦς οἱ μὲν τῶν ἐκ τῆς αἱρέσεως ἐπηνέχθησαν ἐπὶ τὸ λέγειν πάντα σοφὸν τοιοῦτον εἶναι, οἱ δ’ οὔ. οἱ μὲν γὰρ οἴονται οὐ μόνον εὐφυεῖς γίγνεσθαι πρὸς ἀρετὴν ἐκ φύσεως, ἀλλὰ καί τινας ἐκ κατασκευῆς, καὶ τὸ ἐν ταῖς παροιμίας λεγόμενον τοῦτο ἀπεδέξαντο (frg. trag. adesp. 227 N.)

μελέτη χρονισθεῖσ’ εἰς φύσιν καθίσταται,
τὸ δ’ ὅμοιον καὶ περὶ εὐγενείας ὑπέλαβον, ὥστε εὐφυΐαν μὲν εἶνα κοινῶς ἕξιν ἐκ φύσεως ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν, ἢ ἕξιν καθ’ ἣν εὐανάληπτοι ἀρετῆς εἰσί τινες· τὴν δ’ εὐγένειαν ἕξιν ἐκ γένους ἢ ἐκ κατασκευῆς οἰκείαν πρὸς ἀρετήν.