Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Philo de Joseph. Vol. II Mang. p. 46. προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία· ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί. Λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον. Αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερί

γραφοί τε εἰσὶν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς. Ἄλλα γὰρ παρ’ ἄλλοις ἔθη καὶ νόμιμα παρεξηυρημένα καὶ προστεθειμένα. - Αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον, οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ ὁμόφυλον. Εἶθ’, ὠς ἔοικε, τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγειον, τὴν θέσιν, ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα τἀληθὲς ἡσυχάζουσιν. Ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἅς, οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς, τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν, ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ φύσιν. Προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου. p. 47. οἰκία γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα, καὶ οἰκονομία συνηγμένη τις πολιτεία· ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία. Δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ.

Diogenianus apud Eusebium praep. evang. VI p. 264 b. πῶς δὲ τοὺς κειμένους νόμους ἡμαρτῆσθαι φὴς ἅπαντας καὶ τὰς πολιτείας (Adloquitur D. Chrysippum).

Cicero de republ. III 33 (Lactant. instit. div. VI 8). Estquidem vera lex recta ratio, naturae congruens, diffusa in omnes, constans, sempiterna, quae vocet ad officium iubendo, vetando a fraude deterreat; quae tamen neque probos frustra iubet aut vetat nec improbos iubendo aut vetando movet. Huic legi nec obrogari fas est neque derogari ex hac aliquid licet neque tota abrogari potest, nec vero - solvi hac lege possumus, neque est quaerendus explanator aut interpres eius alius, nec erit alia lex Romae alia Athenis, alia nunc alia posthac, sed et omnes gentes et omni tempore una lex et sempiterna et immutabilis continebit, unusque erit communis quasi magister et imperator omnium deus, ille legis huius inventor, disceptator, lator; cui qui non parebit, ipse se fugiet ac naturam hominis aspernatus hoc ipso luet maximas poenas, etiamsi cetera supplicia, quae putantur, effugerit.

Plutarchus de Stoic. repugn. cp. 9 p. 1035 c. Ἄκουε δὲ ἃ λέγει περὶ τούτων ἐν τῷ τρίτῳ περὶ Θεῶν οὐ γάρ ἐστιν εὑρεῖν τῆς δικαιοσύνης ἄλλην ἀρχήν, οὐδ’ ἄλλην γένεσιν, ἢ τὴν ἐκ τοῦ Διὸς καὶ τὴν ἐκ τῆς κοινῆς φύσεως· ἐντεῦθεν γὰρ δεῖ πᾶν τὸ τοιοῦτον τὴν ἀρχὴν ἔχειν, εἰ μέλλομέν τι ἐρεῖν περὶ ἀγαθῶν καὶ κακῶν.

Clemens Al. Strom. IV 26 p. 642 Pott. λέγουσι γὰρ καὶ οἱ Στωϊκοὶ τὸν μὲν οὐρανὸν κυρίως πόλιν· τὰ δὲ ἐπὶ γῆς ἐνταῦθα οὐκέτι πόλεις. λέγεσθαι μὲν γάρ, οὐκ εἶναι δέ· σπουδαῖον γὰρ ἡ πόλις καὶ ὁ

δῆμος ἀστεῖόν τι σύστημα καὶ πλῆθος ἀνθρώπων ὑπὸ νόμου διοικούμενον.

Stobaeus eclog. II 7 p. 103, 9 W. Λέγουσι δὲ καὶ φυγάδα πάντα φαῦλον εἶναι καθ’ ὅσον στέρεται νόμου καὶ πολιτείας κατὰ φύσιν ἐπιβαλλούσης. Τὸν γὰρ νόμον εἶναι, καθάπερ εἴπομεν, σπουδαῖον, ὁμοίως δὲ καὶ τὴν πόλιν. Ἱκανῶς δὲ καὶ Κλεάνθης περὶ τὸ σπουδαῖον εἶναι τὴν πόλιν λόγον ἠρώτησε τοιοῦτον· Πόλις μὲν ⟨εἰ⟩ ἔστιν οἰκητήριον κατασκεύασμα, εἰς ὃ καταφεύγοντας ἔστι δίκην δοῦναι καὶ λαβεῖν, οὐκ ἀστεῖον δὴ πόλις ἐστίν; ἀλλὰ μὴν τοιοῦτόν ἐστιν ἡ πόλις οἰκητήριον· ἀστεῖον ἄρ’ ἔστιν ἡ πόλις. Τριχῶς δὲ λεγομένης τῆς πόλεως, τῆς τε κατὰ τὸ οἰκητήριον καὶ τῆς κατὰ τὸ σύστημα τῶν ἀνθρώπων καὶ τρίτον τῆς κατ’ ἀμφότερα τούτων, κατὰ δύο σημαινόμενα λέγεσθαι τὴν πόλιν ἀστείαν, κατά τε τὸ σύστημα τῶν ἀνθρώπων καὶ κατὰ τὸ συναμφότερον διὰ ⟨τὴν εἰς⟩ τοὺς ἐνοικοῦντας ἀναφοράν.

Dio Chrysost. or. XXXVI § 20 (Vol. II p. 6, 13). τὴν πόλιν φασὶν εἶναι πλῆθος ἀνθρώπων ἐν ταὐτῷ κατοικούντων ὑπὸ νόμου διοικούμενον.

Philo de septen. et fest. dieb. p. 284 Vol. II Mang. συνόλως γὰρ ἐνάρετος ἡ πολιτεία καὶ νόμοις οἳ μόνον τὸ καλὸν ἀγαθὸν εἰσηγοῦνται.

Dio Chrysost. or. III § 43 (Vol. I p. 41, 7 Arn.). λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον.

Clemens Al. Strom. I p. 420 Pott. ᾗ τινες - - λόγον ὀρθὸν τὸν νόμον ἔφασαν, προστακτικὸν μὲν ὧν ποιητέον, ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον. - -

πολιτείαν - - ἡ δέ ἐστι τροφὴ ἀνθρώπων καλὴ κατὰ κοινωνίαν.

τὴν δικαστικὴν - ἐπιστήμην οὖσαν διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου.

σύστοιχος δὲ αὐτῇ ἡ κολαστικὴ τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ οὖσα διόρθωσίς ἐστι ψυχῆς - -

μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν. - -

καθάπερ οὖν τὴν ποιμενικὴν τῶν προβάτων προνοεῖν φαμέν - - οὕτω γε καὶ τὴν νομοθετικὴν τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν καὶ κηδεμονικὴν οὖσαν τῆς ἀνθρώπων ἀγέλης.

Cicero de finibus III 19, 64. Mundum autem censent regi numine deorum eumque esse quasi communem urbem et civitatem hominum et deorum, et unumquemque nostrum eius mundi esse partem: ex quo illud natura consequi, ut communem utilitatem nostrae anteponamus. Ut enim leges omnium salutem singulorum saluti anteponunt, sic vir bonus et sapiens et legibus parens et civilis officii non ignarus

utilitati omnium plus quam unius alicuius aut suae consulit. Nec magis est vituperandus proditor patriae quam communis utilitatis aut salutis desertor propter suam utilitatem aut salutem. Ex quo fit, ut laudandus is sit, qui mortem oppetat pro re publica, quod deceat cariorem nobis esse patriam quam nosmet ipsos.

Dio Chrysost. Or. XXXVI § 23 (Vol. II p. 7, 7 Arn.). μίαν γὰρ δὴ ταύτην καθαρῶς εὐδαίμονα πολιτείαν εἴτε καὶ πόλιν χρὴ καλεῖν, τὴν θεῶν πρὸς ἀλλήλους κοινωνίαν, ἐάν τε καὶ ξύμπαν τὸ λογικὸν περιλάβῃ τις, ἀνθρώπων σὺν θεοῖς ἀριθμουμένων, ὡς παῖδες σὺν ἀνδράσι λέγονται μετέχειν πόλεως, φύσει πολῖται ὄντες, οὐ τῷ φρονεῖν τε καὶ πράττειν τὰ τῶν πολιτῶν οὐδὲ τῷ κοινωνεῖν τοῦ νόμου, ἀξύνετοι ὄντες αὐτοῦ.

Dio Chrysost. Or. I § 42 (Vol. I p. 8, 8 Arn.). καλὸν οὖν εἰπεῖν ὑπὲρ τῶν ὅλων τῆς διοικήσεως, ὁποῖόν γε τὸ ξύμπαν αὐτό τε εὔδαιμον καὶ σοφὸν ἀεὶ διαπορεύεται τὸν ἄπειρον αἰῶνα συνεχῶς ἐν ἀπείροις περιόδοις μετὰ ψυχῆς τε ἀγαθῆς καὶ δαίμονος ὁμοίου καὶ προνοίας καὶ ἀρχῆς τῆς δικαιοτάτης τε καὶ ἀρίστης, ἡμᾶς τε ὁμοίους παρέχεται, κατὰ φύσιν κοινὴν τὴν αὑτοῦ καὶ τὴν ἡμετέραν ὑφ’ ἑνὶ θεσμῷ καὶ νόμῳ κεκοσμημένους καὶ τῆς αὐτῆς μετέχοντας πολιτείας· ἣν ὁ μὲν τιμῶν καὶ φυλάττων καὶ μηδὲν ἐναντίον πράττων νόμιμος καὶ θεοφιλὴς καὶ κόσμιος, ὁ δὲ ταράττων ὅσον ἐφ’ ἑαυτῷ καὶ παραβαίνων καὶ ἀγνοῶν ἄνομος καὶ ἄκοσμος, ὁμοίως μὲν ἰδιώτης, ὁμοίως δὲ καὶ ἄρχων ὀνομαζόμενος.

Philo de mundi opificio § 3 Vol. I p. 1, 11 Wendl. τοῦ νομίμου ἀνδρὸς εὐθὺς ὄντος κοσμοπολίτου, πρὸς τὸ βούλημα τῆς φύσεως τὰς πράξεις ἀπευθύνοντος, καθ’ ἣν καὶ ὁ σύμπας κόσμος διοικεῖται.