Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Clemens Al. Paedag. I 13 p. 159 Pott. hasce Stoicorum definitiones prodit:ἡ ἀρετὴ - διάθεσίς ἐστι ψυχῆς σύμφωνος ὑπὸ τοῦ λόγου περὶ ὅλον τὸν βίον. τὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν.

p. 160. καὶ ἔστιν ἡ μὲν πρᾶξις ⟨ἡ σπουδαία⟩ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν [καὶ ὄρεξιν ἀληθείας], διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος ἐκτελουμένη. καθῆκον δὲ ἀκόλουθον ἐν τῷ βίῳ. καὶ γὰρ ὁ βίος ⟨ὁ σπουδαῖος⟩ σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστι τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτωτος ἐνέργεια.

Stobaeus ecl. II 67, 5 W. φιλομουσίαν δὲ καὶ φιλογραμματίαν καὶ φιλιππίαν καὶ φιλοκυνηγίαν καὶ καθόλου ⟨τὰς⟩ ἐγκυκλίους λεγομένας τέχνας ἐπιτηδεύματα μὲν καλοῦσιν, ἐπιστήμας δ’ οὔ· ἐν ⟨δὲ⟩ ταῖς σπουδαίαις ἕξεσι ταῦτα καταλείπουσι, καὶ ἀκολούθως μόνον τὸν σοφὸν φιλόμουσον εἶναι λέγουσι καὶ φιλογράμματον, καὶ ἐπὶ τῶν ἄλλων κατὰ τὸ ἀνάλογον. τό τε ἐπιτήδευμα τοῦτον ὑπογράφουσι τὸν τρόπον· ὁδὸν διὰ τέχνης ἢ μέρους ἄγουσαν ἐπὶ ⟨τὰ⟩ κατ’ ἀρετήν.

Diog Laërt. VII 125. τὰς δὲ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις, καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν. εἶναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά, καθάπερ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Ἀρετῶν φησίν, Ἀπολλόδωρος δὲ ἐν τῇ φυσικῇ κατὰ τὴν ἀρχαίαν, Ἑκάτων δὲ ἐν τῷ τρίτῳ περὶ ἀρετῶν. τὸν γὰρ ἐνάρετον θεωρητικόν τε εἶναι καὶ πρακτικὸν τῶν ποιητέων· τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐστί, καὶ ὑπομενετέα καὶ ἀπονεμητέα καὶ ἐμμενητέα. ὥστε εἰ τὰ μὲν αἱρετικῶς ποιεῖ, τὰ δὲ ὑπομενετικῶς, τὰ δὲ ἀπονεμητικῶς,

τὰ δὲ ἐμμενητικῶς, φρόνιμός τέ ἐστι καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώφρων. κεφαλαιοῦσθαί τε ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον· οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνησιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως τε καὶ τὰς ἄλλας περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἕπονται δὲ τῇ μὲν φρονήσει εὐβουλία καὶ σύνεσις· τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης· τῇ δὲ δικαιοσύνῃ ἰσότης καὶ εὐγνωμοσύνη· τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία. Cf. III n. 280.

Galenus optimum medicum esse philosophum Vol. I p. 61 K. οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν (scil. medicum sapientem). σύμπασαι γὰρ ἀλλήλαις ἕπονται, καὶ οὐχ οἷόν τε μίαν ἡντιναοῦν λαβόντι μὴ οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν, ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδεμένας.