Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plut. de Stoic. repugn. c. 13 p. 1039c. Καὶ μὴν ἐν τῷ περὶ Καλοῦ πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται· Τὸ ἀγαθὸν αἱρετόν· τὸ δ’ αἱρετὸν ἀρεστόν· τὸ δ’ ἀρεστὸν ἐπαινετόν· τὸ δ’ ἐπαινετὸν καλόν. Καὶ πάλιν Τὸ ἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν.

Diog. Laërt. VII 101. λέγουσι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, καθά φησιν Ἑκάτων ἐν τῷ τρίτῳ περὶ ἀγαθῶν, καὶ Χρύσιππος ἐν τοῖς περὶ τοῦ Καλοῦ. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆς· ᾧ ἐστιν ἴσον τὸ πᾶν ἀγαθὸν καλὸν εἶναι καὶ τὸ ἰσοδυναμεῖν τῷ καλῷ τὸ ἀγαθόν· ὅπερ ἴσον ἐστὶ τούτῳ. ἐπεὶ γάρ ἐστιν ἀγαθὸν καλόν ἐστιν· ἔστι δὲ καλόν· ἀγαθὸν ἄρα ἐστί.

Philo de posteritate Caini § 133 Vol. II p. 29, 7 Wendl. memorat: τὸ Στωϊκὸν δόγμα τὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν.

Alexander Aphrod. Quaest. I 14 p. 26 Bruns. ὅτι δὲ μηδὲν παρὰ

θεῶν ἀγαθὸν τοῖς ἀνθρώποις κατὰ τοὺς προειρημένους (scil. καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν i. e. Stoicos) γίνεται, δῆλον ἐντεῦθεν. τὸ καλὸν ἐφ’ ἡμῖν· ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα· ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται· τὸ καλὸν ἄρα ὑπ’ οὐδενὸς ἄλλου ἡμῖν περιγίνεται· εἰ ὑπὸ μηδενὸς οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν, καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν· οὐδὲν ⟨ἄρα⟩ ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.