Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Plut. de comm. not. cp. 25 p. 1070d. Καὶ μὴν ὅτι δυοῖν

ἀγαθῶν, τοῦ μὲν τέλους, τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπ’ οὐδενὸς ἀγνοεῖται. Γινώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν τῷ τρίτῳ περὶ Ἀγαθῶν· τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ.

Plut. de comm. not. cp. 27 p. 1071f. Ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην [μᾶλλον] συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων ⟨οὐ διδόντων⟩ τὴν πρὸς τὸ μήτ’ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι, τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τοῦ ἀγαθοῦ νοηθέντος, ἄλλο δ’ οὐδὲν ἀλλ’ αὐτὴ μόνον τὸ ἀγαθόν ἐστιν.

Cicero de finibus IV 25, 68. Cum enim, quod honestum sit, id solum bonum esse confirmatur, tollitur cura valetudinis, diligentia rei familiaris, administratio rei publicae, ordo gerendorum negotiorum, officia vitae: ipsum denique illud honestum, in quo uno vultis esse omnia, deserendum est. Quae diligentissime contra Aristonem dicuntur a Chrysippo.

Galenus de animi peccatis dignoscendis 4 Vol. V p. 77 K. ἀρχὴ μὲν οὖν ἐστι πολλῶν ἁμαρτημάτων ἡ περὶ τέλους ἑκάστου βίου ὑπόληψις ψευδής· φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ μέρος ἁμαρτήματα. δύναται δέ τις, ἐν τῇ περὶ τέλους δόξῃ μὴ σφαλείς, ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ συνιεὶς τῆς ἀκολουθίας.