Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Scholia in Hom. Iliad. E 2. Θάρσος δέ ἐστι κατὰ μὲν Στωϊκοὺς φιλοσόφους τὸ ἀσφαλῶς πεποιθέναι αὑτῷ ὅτι οὐδενὶ ἂν δεινῷ περιπέσοι, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου τὸ εὔελπιν εἶναι τοῦ μηδενὶ ἂν δεινῷ περιπεσεῖν etc.
Plutarchus de Stoic. repugn. cp. 16 p. 1041b. Χρυσ. (ἐν τοῖς πρὸς Πλάτωνα περὶ δικαιοσύνης). Τοῦ δὲ Πλάτωνος εἰπόντος τὴν ἀδικίαν, ὡς διαφθορὰ ψυχῆς οὖσα καὶ στάσις, οὐδ’ ἐν αὐτοῖς τοῖς ἔχουσιν ἀποβάλλει τὴν δύναμιν, ἀλλ’ αὐτὸν ἑαυτῷ συμβάλλει καὶ ⟨συγ⟩κρούει καὶ ταράττει τὸν πονηρόν· ἐγκαλῶν Χρύσιππος, ἀτόπως, φησί, λέγεσθαι τὸ ἀδικεῖν ἑαυτόν· εἶναι γὰρ πρὸς ἕτερον οὐ πρὸς ἑαυτὸν τὴν ἀδικίαν.
p. 1041c. ἐν μὲν τοῖς πρὸς Πλάτωνα ταῦτ’ εἴρηκε περὶ τοῦ τὴν ἀδικίαν λέγεσθαι μὴ πρὸς ἑαυτὸν ἀλλὰ πρὸς ἕτερον· οἱ γὰρ κατ’ ἰδίαν ἄδικοι ⟨οὐ⟩ συνεστήκασιν ἐκ πλειόνων τοιούτων τἀναντία
λεγόντων, καὶ ἄλλως τῆς ἀδικίας λαμβανομένης ὡς ἂν ἐν πλείοσι πρὸς ἑαυτοὺς οὕτως ἔχουσιν, εἰς δὲ τὸν ἕνα μηδενὸς διατείνοντος τοιούτου· καθ’ ὅσον δὲ πρὸς τοὺς πλησίον ἔχει οὕτως.