Fragmenta Moralia

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. Qaaest. II 16 p. 61, 1 Bruns. Εἰ τῶν στοχαστικῶν τεχνῶν τέλος εἶναί τις λέγοι τὸ πάντα τὰ παρ’ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν, πῶς οὐχ ὁμοίως καὶ αὗται τοῦ οἰκείου τεύξονται

τέλους ταῖς οὐ στοχαστικαῖς τῶν τεχνῶν; δοκοῦσι δὲ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων αἱ στοχαστικαὶ τῷ μὴ ὁμοίως τοῦ τέλους τυγχάνειν. καθ’ οὓς μὲν ⟨γὰρ⟩ τέλος ἐστὶν αὐταῖς τὸ τυχεῖν τοῦ προκειμένου, διαφέροιεν ἂν ταύτῃ· καθ’ οὓς δὲ τὸ προειρημένον ἐστὶν αὐταῖς τέλος, εἰ καὶ [τὰ] τοῦ τέλους [μὴ] ὁμοίως τυγχάνουσι, διαφέροιεν ⟨ἂν⟩ αὐτῶν κατὰ τὸ μὴ ὅμοιον αὐταῖς τὸ τέλος ἔχειν. ἐκεῖναι μὲν γὰρ τῷ τοῖς κατὰ τὴν τέχνην γινομένοις ἕπεσθαι τὸ οὗ χάριν γίνονται καὶ τὴν ἀποτυχίαν αὐταῖς τοῦ προκειμένου κατὰ τὴν διαμαρτίαν τῶν γινομένων, οὐ τεχνικῶς γινομένων, ἕπεσθαι, τέλος ἔχουσι τὸ τυχεῖν τοῦ προκειμένου (ἴσον γὰρ ἐν ἐκείναις τῷ πάντα τὰ παρ’ αὐτὰς ποιῆσαι πρὸς τὸ τυχεῖν τοῦ προκειμένου τὸ καὶ τυχεῖν αὐτοῦ· ταῦτα γὰρ ποιουσῶν τὰ παρ’ αὐτὰς γίγνεται). ἐπὶ δὲ τῶν στοχαστικῶν τῷ μὴ πάντως τοῖς γινομένοις κατὰ τὴν τέχνην ἕπεσθαι τὸ οὗ χάριν, διὰ τὸ δεῖσθαι πρὸς τὸ τυχεῖν ἐκείνου πολλῶν, ἃ μὴ ἔστιν ἐπὶ μόνῃ τῇ τέχνῃ, ἔτι δὲ καὶ αὐτὰ τὰ κατὰ τὴν τέχνην γινόμενα μὴ ὡρίσθαι μηδὲ τῶν αὐτῶν εἶναι ποιητικὰ τῷ μὴ πάντῃ ὁμοίως ἔχουσιν προσφέρεσθαι, διὰ ⟨τὸ⟩ πάντα ἢ διὰ ⟨τὸ⟩ τινὰ καὶ ἄλλως ἐν αὐταῖς, οὐχ ὡς προσεδοκᾶτο, ἕπεσθαι, οὐ τὸ τυχεῖν τοῦ προκειμένου τέλος ἐστίν, ἀλλὰ τὸ ἀποπληρῶσαι τὰ τῆς τέχνης.

Cicero de finib. IV 11, 28. Chrysippus autem exponens differentias animantium, ait alias eorum corpore excellere, alias autem animo, nonnullas valere utraque re: deinde disputat, quod cuiusque generis animantium statui deceat extremum. Cum autem hominem in eo genere posuisset, ut ei tribueret animi excellentiam, summum bonum id constituit, non ut excellere animo, sed ut nihil esse praeter animum videretur.

Cicero Acad. Pr. II 45, 138. Testatur saepe Chrysippus, tres solas esse sententias quae defendi possint de finibus bonorum. Circumcidit et amputat multitudinem: aut enim honestatem esse finem aut voluptatem aut utrumque; nam qui summum bonum dicant id esse, si vacemus omni molestia, eos invidiosum nomen voluptatis fugere, sed in vicinitate versari: quod facere eos etiam, qui illud idem cum honestate coniungerent; nec multo secus eos qui ad honestatem prima naturae commoda adiungerent: ita tres relinquit sententias, quas putat probabiliter posse defendi.

ibid. 46, 140. Unum igitur par, quod depugnet, reliquum est, voluptas cum honestate. De quo Chrysippo fuit, quantum ego sentio, non magna contentio. Alteram si sequare, multa ruunt et maxime

communitas cum hominum genere, caritas, amicitia, iustitia, reliquae virtutes; quarum esse nulla potest, nisi erit gratuita. Nam quae voluptate quasi mercede aliqua ad officium impellitur, ea non est virtus, sed fallax imitatio simulatioque virtutis.

Cicero de finib. II 14, 44. Ita ceterorum sententiis semotis relinquitur, non mihi cum Torquato, sed virtuti cum voluptate certatio. Quam quidem certationem homo et acutus et diligens, Chrysippus non contemnit; totumque discrimen summi boni in earum comparatione positum putat.

Plut. de Stoic. repugn. cp. 15 p. 1040c. Πάλιν ἐν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε· Τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης, τέλους δὲ μή, τῶν δὲ δι’ αὑτὰ αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. Cf. cp. 13. ubi plane eadem verba exstant.

Plut. de comm. not. cp. 25 p. 1070d. ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλὰ ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ καταλέγοντος· τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἐστὶ πανταχόθεν λαβεῖν.

Plut. de Stoic. repugn. cp. 15 p. 1040e. Ἵνα δὲ μηδ’ ἀπολογίαν ὑπολίπῃ τοῖς ἐναντιώμασιν, Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν, ὅτι τῆς ἡδονῆς τέλους οὔσης ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη· τὴν μὲν γὰρ δικαιοσύνην ὑπ’ αὐτῶν ὡς ἀληθῶς ἀναιρεῖσθαι, τὰς δ’ ἄλλας ἀρετὰς οὐδὲν κωλύειν ὑπάρχειν, εἰ καὶ μὴ δι’ αὑτὰς αἱρετάς, ἀλλ’ ἀγαθὰς γοῦν καὶ ἀρετὰς ἐσομένας εἶτα ἑκάστην ἐξ ὀνόματος προσαγορεύει. Βέλτιον δὲ τὰς ἐκείνου λέξεις ἀναλαβεῖν· Τῆς γὰρ ἡδονῆς, φησίν, ἐμφαινομένης τέλους κατὰ τὸν τοιοῦτον λόγον, τὸ μὲν τοιοῦτο πᾶν μοι δοκεῖ οὐκ ἐμπεριλαμβάνεσθαι· διὸ ῥητέον, μήτε τῶν ἀρετῶν τινα δι’ αὑτὴν αἱρετὴν εἶναι, μήτε τῶν κακιῶν φευκτήν, ἀλλὰ πάντα ταῦτα δεῖν ἀναφέρεσθαι πρὸς τὸν ὑποκείμενον σκοπόν· οὐδὲν μέντοι κωλύσει κατ’ αὐτούς, τὴν ἀνδρείαν μὲν καὶ τὴν φρόνησιν καὶ τὴν ἐγκρά τειαν καὶ τὴν καρτερίαν καὶ τὰς ὁμοίας ταύταις ἀρετὰς εἶναι τῶν ἀγαθῶν, τὰς δ’ ἐναντίας ⟨κακίας⟩ ὑπάρχειν φευκτάς.

Plut. de comm. not. cp. 25 p. 1070d. Καὶ μὴν ὅτι δυοῖν

ἀγαθῶν, τοῦ μὲν τέλους, τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπ’ οὐδενὸς ἀγνοεῖται. Γινώσκει δὲ καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν τῷ τρίτῳ περὶ Ἀγαθῶν· τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ.

Plut. de comm. not. cp. 27 p. 1071f. Ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην [μᾶλλον] συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων ⟨οὐ διδόντων⟩ τὴν πρὸς τὸ μήτ’ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι, τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τοῦ ἀγαθοῦ νοηθέντος, ἄλλο δ’ οὐδὲν ἀλλ’ αὐτὴ μόνον τὸ ἀγαθόν ἐστιν.

Cicero de finibus IV 25, 68. Cum enim, quod honestum sit, id solum bonum esse confirmatur, tollitur cura valetudinis, diligentia rei familiaris, administratio rei publicae, ordo gerendorum negotiorum, officia vitae: ipsum denique illud honestum, in quo uno vultis esse omnia, deserendum est. Quae diligentissime contra Aristonem dicuntur a Chrysippo.

Galenus de animi peccatis dignoscendis 4 Vol. V p. 77 K. ἀρχὴ μὲν οὖν ἐστι πολλῶν ἁμαρτημάτων ἡ περὶ τέλους ἑκάστου βίου ὑπόληψις ψευδής· φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ μέρος ἁμαρτήματα. δύναται δέ τις, ἐν τῇ περὶ τέλους δόξῃ μὴ σφαλείς, ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ συνιεὶς τῆς ἀκολουθίας.

Plut. de Stoic. repugn. c. 13 p. 1039c. Καὶ μὴν ἐν τῷ περὶ Καλοῦ πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται· Τὸ ἀγαθὸν αἱρετόν· τὸ δ’ αἱρετὸν ἀρεστόν· τὸ δ’ ἀρεστὸν ἐπαινετόν· τὸ δ’ ἐπαινετὸν καλόν. Καὶ πάλιν Τὸ ἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν.

Diog. Laërt. VII 101. λέγουσι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, καθά φησιν Ἑκάτων ἐν τῷ τρίτῳ περὶ ἀγαθῶν, καὶ Χρύσιππος ἐν τοῖς περὶ τοῦ Καλοῦ. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆς· ᾧ ἐστιν ἴσον τὸ πᾶν ἀγαθὸν καλὸν εἶναι καὶ τὸ ἰσοδυναμεῖν τῷ καλῷ τὸ ἀγαθόν· ὅπερ ἴσον ἐστὶ τούτῳ. ἐπεὶ γάρ ἐστιν ἀγαθὸν καλόν ἐστιν· ἔστι δὲ καλόν· ἀγαθὸν ἄρα ἐστί.

Philo de posteritate Caini § 133 Vol. II p. 29, 7 Wendl. memorat: τὸ Στωϊκὸν δόγμα τὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν.

Alexander Aphrod. Quaest. I 14 p. 26 Bruns. ὅτι δὲ μηδὲν παρὰ

θεῶν ἀγαθὸν τοῖς ἀνθρώποις κατὰ τοὺς προειρημένους (scil. καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν i. e. Stoicos) γίνεται, δῆλον ἐντεῦθεν. τὸ καλὸν ἐφ’ ἡμῖν· ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα· ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται· τὸ καλὸν ἄρα ὑπ’ οὐδενὸς ἄλλου ἡμῖν περιγίνεται· εἰ ὑπὸ μηδενὸς οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν, καθ’ οὓς μόνον τὸ καλὸν ἀγαθόν· οὐδὲν ⟨ἄρα⟩ ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.