Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Alexander Aphrod. Qaaest. II 16 p. 61, 1 Bruns. Εἰ τῶν στοχαστικῶν τεχνῶν τέλος εἶναί τις λέγοι τὸ πάντα τὰ παρ’ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν, πῶς οὐχ ὁμοίως καὶ αὗται τοῦ οἰκείου τεύξονται
τέλους ταῖς οὐ στοχαστικαῖς τῶν τεχνῶν; δοκοῦσι δὲ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων αἱ στοχαστικαὶ τῷ μὴ ὁμοίως τοῦ τέλους τυγχάνειν. καθ’ οὓς μὲν ⟨γὰρ⟩ τέλος ἐστὶν αὐταῖς τὸ τυχεῖν τοῦ προκειμένου, διαφέροιεν ἂν ταύτῃ· καθ’ οὓς δὲ τὸ προειρημένον ἐστὶν αὐταῖς τέλος, εἰ καὶ [τὰ] τοῦ τέλους [μὴ] ὁμοίως τυγχάνουσι, διαφέροιεν ⟨ἂν⟩ αὐτῶν κατὰ τὸ μὴ ὅμοιον αὐταῖς τὸ τέλος ἔχειν. ἐκεῖναι μὲν γὰρ τῷ τοῖς κατὰ τὴν τέχνην γινομένοις ἕπεσθαι τὸ οὗ χάριν γίνονται καὶ τὴν ἀποτυχίαν αὐταῖς τοῦ προκειμένου κατὰ τὴν διαμαρτίαν τῶν γινομένων, οὐ τεχνικῶς γινομένων, ἕπεσθαι, τέλος ἔχουσι τὸ τυχεῖν τοῦ προκειμένου (ἴσον γὰρ ἐν ἐκείναις τῷ πάντα τὰ παρ’ αὐτὰς ποιῆσαι πρὸς τὸ τυχεῖν τοῦ προκειμένου τὸ καὶ τυχεῖν αὐτοῦ· ταῦτα γὰρ ποιουσῶν τὰ παρ’ αὐτὰς γίγνεται). ἐπὶ δὲ τῶν στοχαστικῶν τῷ μὴ πάντως τοῖς γινομένοις κατὰ τὴν τέχνην ἕπεσθαι τὸ οὗ χάριν, διὰ τὸ δεῖσθαι πρὸς τὸ τυχεῖν ἐκείνου πολλῶν, ἃ μὴ ἔστιν ἐπὶ μόνῃ τῇ τέχνῃ, ἔτι δὲ καὶ αὐτὰ τὰ κατὰ τὴν τέχνην γινόμενα μὴ ὡρίσθαι μηδὲ τῶν αὐτῶν εἶναι ποιητικὰ τῷ μὴ πάντῃ ὁμοίως ἔχουσιν προσφέρεσθαι, διὰ ⟨τὸ⟩ πάντα ἢ διὰ ⟨τὸ⟩ τινὰ καὶ ἄλλως ἐν αὐταῖς, οὐχ ὡς προσεδοκᾶτο, ἕπεσθαι, οὐ τὸ τυχεῖν τοῦ προκειμένου τέλος ἐστίν, ἀλλὰ τὸ ἀποπληρῶσαι τὰ τῆς τέχνης.Cicero de finib. IV 11, 28. Chrysippus autem exponens differentias animantium, ait alias eorum corpore excellere, alias autem animo, nonnullas valere utraque re: deinde disputat, quod cuiusque generis animantium statui deceat extremum. Cum autem hominem in eo genere posuisset, ut ei tribueret animi excellentiam, summum bonum id constituit, non ut excellere animo, sed ut nihil esse praeter animum videretur.