Fragmenta Moralia
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903 (1964 printing).
Diog. Laërt. VII 103. ἀλλ’ οὐδὲ τὴν ἡδονὴν ἀγαθόν φασιν Ἑκάτων τε ἐν τῷ θʹ περὶ ἀγαθῶν καὶ Χρύσιππος ἐν τοῖς περὶ Ἡδονῆς· εἶναι γὰρ καὶ αἰσχρὰς ἡδονάς· μηδὲν δὲ αἰσχρὸν εἶναι ἀγαθόν.
Plutarchus de Stoic. repugn. cp. 15 p. 1040d. Ἐν δὲ τοῖς πρὸς Πλάτωνα (scil. περὶ Δικαιοσύνης) κατηγορῶν αὐτοῦ δοκοῦντος ἀγαθὸν ἀπολιπεῖν τὴν ὑγίειαν οὐ μόνον τὴν δικαιοσύνην, φησίν, ἀλλὰ καὶ τὴν μεγαλοψυχίαν ἀναιρεῖσθαι καὶ τὴν σωφροσύνην καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, ἂν ἢ τὴν ἡδονὴν ἢ τὴν ὑγίειαν ἤ τι τῶν ἄλλων, ὃ μὴ καλόν ἐστιν, ἀγαθὸν ἀπολίπωμεν.