Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Diogenianus apud Eusebium praep. evang. VI p. 261c. [πρῶτα δὴ οὖν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα·] Ἄξιον δὲ ἐπὶ τούτοις πᾶσι παραθέσθαι καὶ τὰ δοκοῦντα Χρυσίππῳ τῷ Στωϊκῷ περὶ τοῦ λόγου τοῦδε. οὗτος γὰρ ἐν τῷ πρώτῳ περὶ εἱμαρμένης βιβλίῳ βουλόμενος δεικνύναι τὸ δὴ πάνθ’ ὑπὸ τῆς ἀνάγκης καὶ τῆς εἱμαρμένης κατειλῆφθαι μαρτυρίοις ἄλλοις τέ τισι χρῆται καὶ τοῖς οὑτωσὶ παρ’ Ὁμήρῳ τῷ ποιητῇ λεγομένοις· (Il. Ψ 78. 79) ἀλλ’ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή, ἥπερ λάχε γεινόμενόν περ. καὶ· (Il. Υ 127. 128) ὕστερον αὖτε τὰ πείσεται ἅσσα οἱ αἶσα γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ·

καὶ· (Il. Ζ. 488) Μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν. Cf. p. 262d. οὐ μὴν οὐδ’ ἐκεῖνο συνιδεῖν ἠδυνήθη, τὸ μηδαμῶς τὸν Ὅμηρον μηδ’ ἐν ἐκείνοις τοῖς ἔπεσι (supra adscriptis) συμμαρτυρεῖν αὐτοῦ τῷ δόγματι. οὐ γὰρ τὸ πάντα γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλὰ μᾶλλον τὸ τινὰ κατ’ ἐκείνην συμβαίνειν ἐξ αὐτῶν ὑποβάλλων εὑρεθήσεται. p. 263b. ὥστ’ οὐχ ὅπως σύμψηφον ἂν ἔχοι τὸν Ὅμηρον ὁ Χρύσιππος ἐν τῷ πάντα καθ’ εἱμαρμένην γίνεσθαι νομίζειν, ἀλλὰ καὶ ἐναντιούμενον.

Iustinus apol. II 7. οἱ Στωϊκοὶ καθ’ εἱμαρμένης ἀνάγκην πάντα γίνεσθαι ἀπεφήναντο. ibidem paulo post: γεννητοῦ δὲ παντὸς ἥδε ἡ φύσις, κακίας καὶ ἀρετῆς δεκτικὸν εἶναι· οὐ γὰρ ἂν ἦν ἐπαινετὸν οὐδὲν αὐτῶν, εἰ οὐκ ἂν ἐπ’ ἀμφότερα τρέπεσθαι καὶ δύναμιν εἶχε. Δεικνύουσι δὲ τοῦτο καὶ οἱ πανταχοῦ κατὰ λόγον τὸν ὀρθὸν νομοθετήσαντες καὶ φιλοσοφήσαντες ἄνθρωποι ἐκ τοῦ ὑπαγορεύειν τάδε μὲν πράττειν, τῶνδε δὲ ἀπέχεσθαι. Καὶ οἱ Στωϊκοὶ φιλόσοφοι ἐν τῷ περὶ ἠθῶν λόγῳ τὰ αὐτὰ τιμῶσι καρτερῶς, ὡς δηλοῦσθαι ἐν τῷ περὶ ἀρχῶν καὶ ἀσωμάτων λόγῳ οὐκ εὐοδοῦν αὐτούς. Εἴτε γὰρ καθ’ εἱμαρμένην φήσουσι τὰ γινόμενα πρὸς ἀνθρώπων γίγνεσθαι ἢ μηδὲν εἶναι θεὸν παρὰ τρεπόμενα καὶ ἀλλοιούμενα καὶ ἀναλυόμενα εἰς τὰ αὐτὰ ἀεί, καὶ φθαρτῶν μόνων φανήσονται κατάληψιν ἐσχηκέναι καὶ αὐτὸν τὸν θεὸν διά τε τῶν μερῶν καὶ διὰ τοῦ ὅλου ἐν πάσῃ κακίᾳ γινόμενον, ἢ μηδὲν εἶναι κακίαν μηδ’ ἀρετήν, ὅπερ καὶ παρὰ πᾶσαν σώφρονα ἔννοιαν καὶ λόγον καὶ νοῦν ἐστί.

Fulgentius Mytholog. prooem. in fine: tamem nequaquam apud humanos sensus nisi fortuitis compulsationibus moti nascuntur errores, ut etiam Chrysippus de fato scribens ait: Compulsationibus lubricis volvuntur incursas.

Alexander Aphrod. de fato cp. 31. πῶς δὲ συνῳδὰ ἀλλήλοις τὸ ὁμοῦ μὲν θεὸν λέγειν τὴν εἱμαρμένην καὶ χρῆσθαι τοῖς οὖσί τε καὶ γινομένοις ἐν τῷ κόσμῳ ἐπὶ σωτηρίᾳ αὐτοῦ τε τοῦ κόσμου καὶ τῆς τῶν ἐν αὐτῷ τάξεως, ὁμοῦ δὲ τοιαῦτα περὶ αὐτῆς λέγειν.

Proclus in Hesiod. Op. et Dies v. 105. οὐ δυνατόν ἐστι τὸν τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι.

Scholia Hesiod. Theog. v. 411. Ἑκάτην τέκε. —  — οὕτω δὲ λέγεται διὰ τὸ ἑκάστου προνοεῖσθαι. τῶν γὰρ ἐν γῇ καὶ ἐν θαλάσσῃ πάντων ἔχει τὴν ἐξουσίαν ἡ εἱμαρμένη. ὡς γὰρ θεᾷ πάντες εὔχονται τῇ Μοίρᾳ.

Scholia in Hom. Iliad. Θ 69. Οἱ Στωϊκοὶ δέ φασιν ὡς ταὐAugustinus τὸν εἱμαρμένη καὶ Ζεύς.

de civ. dei V 8. Qui vero non astrorum

constitutionem, sicuti est cum quidque concipitur vel nascitur vel inchoatur, sed omnium conexionem seriemque causarum, qua fit omne quod fit, fati nomine appellant: non multum cum eis de verbi controversia laborandum atque certandum est, quandoquidem ipsum causarum ordinem et quandam conexionem Dei summi tribuunt voluntati et potestati, qui optime et veracissime creditur et cuncta scire, antequam fiant, et nihil inordinatum relinquere: a quo sunt omnes potestates, quamvis non sint ab illo omnium voluntates. Ipsam itaque praecipue Dei summi voluntatem, cuius potestas insuperabiliter per cuncta porrigitur, eos appellare fatum, sic probatur.

Chalcidius in Timaeum cp. l44. Itaque nonnulli putant, praesumi differentiam providentiae fatique cum reapse una sit. quippe providentiam dei fore voluntatem. voluntatem porro eius seriem esse causarum. et ex eo quidem, quia voluntas, providentia est, porro quia eadem eries causarum est, fatum cognominatam. Ex quo fieri, ut quae secumdum fatum sunt etiam ex providentia sint. eodemque modo quae secundum providentiam ex fato, ut putat Chrysippus. alii vero, quae quidem ex providentiae auctoritate, fataliter quoque provenire, nec tamen quae fataliter ex providentia, ut Cleanthes

Plotinus Ennead. III lib. I 4 (Vol. I p. 164 Mü.). ἀλλ’ ἆρα μία τις ψυχὴ διὰ παντὸς διήκουσα περαίνει τὰ πάντα, ἑκάστου ταύτῃ κινουμένου, ὡς μέρους, ᾗ τὸ ὅλον ἄγει; φερομένων δὲ ἐκεῖθεν τῶν αἰτίων ἀκολουθεῖν ἀνάγκη τὴν [του] τῶν ἐφεξῆς συνέχειαν καὶ συμπλοκὴν ⟨καὶ⟩ εἱμαρμένην· οἷον εἰ, φυτοῦ ἐκ ῥίζης τὴν ἀρχὴν ἔχοντος, τὴν ἐντεῦθεν ἐπὶ πάντα διήκουσαν αὐτοῦ τὰ μέρη ποίησίν τε καὶ πεῖσιν καὶ πρὸς ἄλληλα συμπλοκὴν διοίκησιν μίαν καὶ οἷον εἱμαρμένην τοῦ φυτοῦ τις εἶναι λέγοι.

Plutarchus de Stoic. repugn. cp. 47 p. 1056d. Οὐδὲ γὰρ ἅπαξ ἢ δίς, ἀλλὰ πανταχοῦ, μᾶλλον δ’ ἐν πᾶσι τοῖς Φυσικοῖς γέγραφε ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν (quae stulta esse Plutarchus evincere studet).

Alexander Aphrod. de fato cp. 9 p. 175, 7 Bruns. Καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτου τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε κινηθῆναί τινα δύνασθαι κίνησίν τινα, μήτε κινῆσαί τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἤ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε etc.

Plutarchus de Stoic. repugn. cp. 34 p. 1049f. Πρῶτον γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως τὸ ἀΐδιον τῆς κινσεως κυκεῶνι παρεικάσας, ἄλλα ἄλλως στρέφοντι καὶ ταράσσοντι τῶν γινομένων, ταῦτ’ εἴρηκεν· Οὕτω δὲ τῆς τῶν ὅλων οἰκονομίας προαγούσης, ἀναγκαῖον κατὰ ταύτην, ὡς ἄν ποτ’ ἔχωμεν, ἔχειν ἡμᾶς, εἴτε παρὰ φύσιν τὴν ἰδίαν νοσοῦντες, εἴτε πεπηρωμένοι, εἴτε γραμματικοὶ γεγονότες ἢ μουσικοί. Καὶ πάλιν μετ’ ὀλίγον· Κατὰ τοῦτον δὲ τὸν λόγον τὰ παραπλάσια ἐροῦμεν καὶ περὶ τῆς ἀρετῆς ἡμῶν καὶ περὶ τῆς κακίας, καὶ τὸ ὅλον τῶν τεχνῶν καὶ τῶν ἀτεχνιῶν, ὡς ἔφην. Καὶ μετ’ ὀλίγον ἅπασαν ἀναιρῶν ἀμφιβολίαν· Ούθὲν γὰρ ἔστιν ἄλλως τῶν κατὰ μέρος γενέσθαι οὐδὲ τοὐλάχιστον, ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ κατὰ τὸν ἐκείνης λόγον. Ὅτι δ’ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ’ αὐτῶν· καὶ τὸ (Α 5) Διὸς δ’ ἐτελείετο βουλή, τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς, ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθ’ ἣν πάντα διοικεῖται. p. 1050 c. ὁ δὲ Χρύσιππος ἀναπεπταμένην παῤῥησίαν αὐτῇ (scil. τῇ κακίᾳ) δίδωσιν, ὡς οὐ μόνον ἐξ ἀνάγκης οὐδὲ καθ’ εἱμαρμένην, ἀλλὰ καὶ κατὰ λόγον θεοῦ καὶ κατὰ φύσιν πεποιημένῃ τὴν ἀρίστην. Ἔτι δὲ καὶ ταῦτα ὁρᾶται κατὰ λέξιν οὕτως ἔχοντα· Τῆς γὰρ κοινῆς φύσεως εἰς πὰντα διατεινούσης, δεήσει πᾶν τὸ ὁπωσοῦν γινόμενον ἐν τῷ ὅλῳ καὶ τῶν μορίων ὁτῳοῦν κατ’ ἐκείνην γενέσθαι καὶ τὸν ἐκείνης λόγον κατὰ τὸ ἑξῆς ἀκωλύτως· διὰ τὸ μήτ’ ἔξωεἶναι θεν τὸ ἐνστησόμενον τῇ οἰκονομίᾳ, μήτε τῶν μερῶν μηδὲν ἔχειν ὅπως κινηθήσεται ἢ σχήσει ἄλλως ⟨ἢ⟩ κατὰ τὴν κοινὴν φύσιν. (Τίνες οὖν αἱ τῶν μερῶν σχέσεις εἰσὶ καὶ κινήσεις; δῆλον μὲν ὅτι σχέσεις αἱ κακίαι καὶ τὰ νοσήματα, φιλαργυρίαι, φιληδονίαι, φιλοδοξίαι, δειλίαι, ἀδικίαι· κινήσεις δὲ μοιχεῖαι, κλοπαί, προδοσίαι, ἀνδροφονίαι, πατροκτονίαι. Τούτων οἴεται Χρύσιππος οὔτε μικρὸν οὔτε μέγα παρὰ τὸν τοῦ Διὸς λόγον εἶναι καὶ νόμον καὶ δίκην καὶ πρόνοιαν etc.). Plut. de comm. not. cp. 34 p. 1076 e. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστόν ἐστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλ’ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ οὕτω κινεῖπέφυκεν, σθαι ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν etc. Plut. de Stoic. repugn. cp. 47 p. 1056c. τέλος δέ φησι μηδὲν

ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαμένῃ τὸν αὐτὸν εἶναι.

Servius ad Verg. Aeneid. III 90. Visa repente: Stoicos et Academicos secutus est, qui dicunt ea quae contra naturam sunt non fieri, sed fieri videri: unde magica ars omnis exclusa est, sicut Plinius Secundus docet in Naturali Historia.

Diogenianus apud Eusebium praep. evang. IV 3 p. 136. [ἐξαρκεῖν ἔμοιγε ἡγοῦμαι καὶ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προῤῥήσεως κατασκευασθέντα. γράφει δ’ οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην etc.] Φέρει δὲ καὶ ἄλλην ἀπόδειξιν ἐν τῷ προειρημένῳ βιβλίῳ (scil. Chrysippus περὶ εἱμαρμένης) τοιαύτην τινά· μὴ γὰρ ἂν τὰς τῶν μάντεων προῤῥήσεις ἀληθεῖς εἶναί φησιν, εἰ μὴ πάντα ὑπὸ τῆς εἱμαρμένης περιείχοντο. - ὡς γὰρ ἐναργοῦς ὄντος τοῦ πάσας ἀποβαίνειν τὰς τῶν καλουμένων μάντεων προῤῥήσεις ἢ ὡς μᾶλλον ἂν ὑπό τινος τούτου συγχωρηθέντος τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην —  — οὕτω τὴν ἀπόδειξιν ἡμῖν Χρύσιππος κεκόμικε, δι’ ἀλλήλων κατασκευάζων ἑκάτερα. τὸ μὲν γὰρ πάντα γίγνεσθαι καθ’ εἱμαρμένην ἐκ τοῦ μαντικὴν εἶναι δεικνύναι βούλεται, τὸ δὲ εἶναι μαντικὴν οὐκ ἂν ἄλλως ἀποδεῖξαι δύναιτο, εἰ μὴ προλάβοι τὸ πάντα συμβαίνειν καθ’ εἱμαρμένην. p. 138. ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἀπάντων εἶναι θεωρητικήν τε καὶ προαγορευτικήν, τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν —  — εἰ γὰρ φήσει τις σωθήσεσθαι τὸ χρήσιμον τῆς μαντικῆς διὰ τὸ προλέγεσθαι τὸ πάντως ἐσόμενον δυσχερὲς εἰ μὴ φυλαξαίμεθα, οὐκέτι πάντα δείξει συμβησόμενα καθ’ εἱμαρμένην, ἐφ’ ἡμῖν ὄντος τοῦ φυλάξασθαί τε καὶ μὴ φυλάξασθαι [quae ipsa quoque Chrysippi sententiam spectare videntur]. εἰ γὰρ καὶ τοῦτο κατηναγκάσθαι φήσει τις, ὡς εἰς πάντα τὰ ὄντα διατείνειν τὴν εἱρμαρμένην, πάλιν τὸ τῆς μαντικῆς χρήσιμον ἀναιρεῖται· φυλαξόμεθα γὰρ εἰ καθείμαρται, καὶ οὐ φυλαξόμεθα, δῆλον ὡς, εἰ μὴ καθείμαρται φυλάξασθαι, κἂν πάντες οἱ μάντεις τὸ ἐσόμενον προαγορεύωσιν ἡμῖν. τὸν γοῦν Οἰδίποδα καὶ τὸν Ἀλέξανδρον τὸν τοῦ Πριάμου

καὶ αὐτὸς ὁ Χρύσιππός φησι πολλὰ μηχανησαμένων τῶν γονέων ὥστε ἀποκτεῖναι, ἵνα τὸ ἀπ’ αὐτῶν προῤῥηθὲν αὐτοῖς κακὸν φυλάξωντα, μὴ δυνηθῆναι. οὕτως οὐδὲν ὄφελος οὐδὲ αὐτοῖς τῆς τῶν κακῶν προαγορεύσεως φησιν εἶναι διὰ τὴν ἐκ τῆς εἱμαρμένης αἰτίαν.

Alexander Aphrod. de fato cp. 30 p. 200, 12 Bruns. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσόμενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον.

Alexander Aphrod. de fato cp. 31 p. 201, 32. οἱ δὲ ὑμνοῦντες τὴν μαντικὴν καὶ κατὰ τὸν αὑτῶν λόγον μόνον σῴζεσθαι λέγοντες αὐτὴν καὶ ταύτῃ ⟨τῇ⟩ πίστει τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι - ἄτοπά τινα - τολμῶσι λέγειν. - ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γινόμενα ἐξ ἀνάγκης γίνεται, αἱ παρὰ τῶν θεῶν μαντεῖαι [μὲν] γίγνονται συμβουλαῖς ἐοικυῖαι, ὡς δυναμένων δι’ ὃ ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποιῆσαι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα χρησμὸν παρεχομένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν παιδοποιεῖσθαι· (Eur. Phoen. 19) εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ σ’ ὁ φύς καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος, φασίν, ὡς κηρύττει τὰ συγγράμματα αὐτῶν, ⟨οὐχ⟩ οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον ᾔδει), ἀλλ' ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν περιπέτειαν τὴν περὶ τὸν Λάϊόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν ἐξέθηκεν ὁ Λάϊος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κορινθίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχὼν τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς υἱὸς ἔνδον παρ’ αὐτοῖς τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι, τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λαΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαιδοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς διαφθερῶν, ἥτις ἔκθεσις αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο.

Proclus de prov. et fato cp. 49 (ed. Cousin I 71). Alii autem determinatam cognitionem attribuentes deo, admiserunt necessitatem in omnibus quae fiunt. Peripateticorum et Stoicorum haeresium sunt haec dogmata.

Chalcidius ad Timaeum cp. 160. Aiunt ergo (sc. Stoici Chrysippum secuti) si deus cuncta ex initio scit, antequam fiant, nec sola caelstia, quae felici necessitate perpetuae beatitudins quasi quodam fato

tenentur, sed illas etiam nostras cogitationes et voluntates, scit quoque dubiam illam naturam tenetque et praeterita et praesentia et futura, et hoc ex initio, nec potest falli deus: omnia certe ex initio disposita atque decreta sunt, tam ea quae in nostra potestate posita esse dicuntur, quam fortuita nec non subiecta casibus. Porro cum haec omnia iam dudum decreta sint, cuncta quae proveniunt ex fato provenire concludunt. Leges etiam et exhortationes et obiurgationes et disciplinas quaeque huiusmodi sunt, omnia teneri fatalibus condicionibus: quando, si cui quid accidere decretum est, una etiam illud decretum sit, cuius ope vel beneficio debeat provenire: ut si cui salus proventura erit in navigando, proveniat ei non alio quoquam sed illo gubernatore navim regente, vel si cui civitati proventurum erit, ut bonis utatur institutis et moribus, ut Spartae Lycurgi legibus hoc debeat provenire. item si quis erit iustus futurus, ut Aristides, huic educatio parentum adiumento sit in iustitiae atque aequitatis obtentu. cp. 161. Artes quoque sub fati decretum cadere manifestum esse aiunt. nam et hinc iam dudum esse ordinatum, quis aeger quo medente revalescat. denique fieri frequenter, ut non a medico sed ab inperito curetur aeger, cum talis erit condicio decreti. Similis ratio est laudum, vituperationum, animadversionum, praemiorum. fit enim frequenter, ut adversante fato quae recte gesta sunt non modo nullam laudem, sed contra reprehensionem suppliciaque adferant. At vero divinationem dicunt clare demostrare proventus iam dudum esse decretos. neque enim, nisi decretum praecederet, ad rationem eius accedere potuisse praesagos. Animorum vero nostrorum motus nihil aliud esse, quam ministeria decretorum fatalium, siquidem necesse sit agi per nos agente fato. Ita homines vicem obtinere eorum quae dicuntur, sine quibus agi non potest, sicut sine loco esse non potest motus aut statio.

Cicero de divinatione I 56, 127. Praeterea cum fato omnia fiunt —  — si quis mortalis possit esse, qui colligationem causarum omnium perspiciat animo, nihil eum profecto fallat. Qui enim teneat causas rerum futurarum, idem necesse est omnia teneat quae futura sint. Quod cum nemo facere nisi deus possit, relinquendum est homini ut signis quibusdam consequentia declarantibus futura praesentiat. Non enim illa, quae futura sunt, subito exsistunt; sed est quasi rudentis explicatio, sic traductio temporis, nihil novi efficientis et primum replicantis.