Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Galenus de Hipp. et Plat. plac. IV 1 (134) p. 331 M. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτων ὁ Χρύσιππος ἔγραφε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν αὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρός, οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι· περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπών, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶταο τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις ὧδε· Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν, καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί· Ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·

Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων. (Od. η 258) Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. εἶτ' ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν· Ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει· (Il. Ξ 315) Οὐ γὰρ πώποτ’ ἔμ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε. καὶ μετ’ ὀλίγα πάλιν· Ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα· (Il. Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ ππροσηύδα. καὶ ἔτι· (Il. Σ 108) Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι· Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.

Galenus de Hipp. et Plat. plac. III 2 (114) p. 260 M. κάλλιον οὖν ἦν - τὸν Χρύσιππον - πειραθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι (sc. ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν) καὶ μὴ πλήθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος καὶ θάρος καὶ καρτερίαν, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς αἶναι τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα; (Od. υ 13) Κραδίη δέ οἱ ἔνδον ὑλάκτει καὶ· (ibid. 17. 18) Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης καὶ· (Il. Κ 9. 10 cf. I 433) Ὥς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. καὶ· (Il. Ι 646) Αλλά μοι οἰδάνεται κραδίη χόλῳ. (Il. Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. (Il. Α 82) Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ Ἐν στήθεσσιν ἑοῖσιν. Ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι, κἀν τοῖσδε (Il. Σ 107) καὶ χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπήναι.

Ὅστε πολὺ γλυκίων μέλιστος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. καὶ· (Il. Λ 12) Καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι καὶ πρὸς τούτοις ἔτι· (Il. Ρ 570) καί οἱ μύιης θάρος ἐνὶ στήθεσσιν ἔθηκε καὶ· (Od. υ 286) Δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. καὶ· (Il. Ε 125?) Ἐν δ' ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε καὶ· (Il. Ι 629. 30 cf. 675) —  — Αὐτὰρ Ἀχιλλεὺς Δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν. καὶ· (Il. Ι 636. 37) —  — Σοὶ δ’ ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ στὴθεσσι θεοὶ θέσαν εἵνεκα κούρης. καὶ· (Il. Ν 494) Ὥς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει καὶ· (frustra quaesivi) Πρῆσεν ἐνὶ στήθεσσιν ἐριθενέος Διὸς ἀλκὴν Γνώμεναι. καὶ πρὸς τούτοις ἔτι· (Il. Ν 73. 74) Καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι φίλοισι Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι. καὶ· (Il. Ο 321. 22?) Σεῖσʼ, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν Ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσαθ’ ἕκαστος. καὶ· (Il. Κ 220) Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγὴνωρ. καὶ· (Il. Κ 244) Οὗ περὶ μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ. καὶ· (Il. Δ 313. 14) Ὦ γέρον, εἴθ’ ὡς θυμὸς ἐνί στὴθεσσι φίλοισι, Ὥς τοι γούναθ' ἕποιτο. καὶ· (Od. ο 20) Οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. καὶ· (0d. π 274. 75) Σὸν δὲ φίλον κῆρ Τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο καὶ· (Il. Β 142) Ὥς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
καὶ· (Od. ρ 489) Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν. καὶ· (Od. υ 22) Ὥς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ. [καὶ] Τῷ δὲ μάλ' ἐν [ἐ]πίσῃ κραδίῃ σημαίνετε τληυῖα. πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρίαμυa ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥςπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν. ἀλλ’ ὲξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ' ἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμὰτων ἕνεκα. (Rzach fr. 234) Τοῦ[δε] γὰρ ἀέξετο θυμὸς ἐνὶ στὴθεσσι φίλοισι. καὶ· (ib. fr. 235) Οἷον ἐνὶ στήθεσσι χόλον θυμάλγε’ ἔχουσα. καὶ (Hes. Theog. 641) Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. Vituperat dein Galenus Chrysippum quod non locos poëtarum suis sententiis accommodatos attulerit, ceteros omiserit ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’ ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ποιητὴς ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα· Καὶ τότε δὴ στηθέων Ἀθάμα φρένας ἐξέλετο Ζεύς. καὶ· (Il. Υ 20) Ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν. καὶ· (Od. ν 330) Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα καὶ· (Od. ρ 403) —  — Οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα Magnam eiusmodi versuum multitudinem apud poëtas occurrere G. dicit. ibidem III cp. 3 (116) p. 267 M. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικυύντι καλῶς ἂν γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τῷ δʼ, ὅπερ ὁ Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε· (Od. υ 17. 18) Στήθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.
Probat dein Galenus, longiore disputatione pluribusque Homeri versibus allatis, apud Homerum hoc loco τὸ λογιστικὸν partem animi esse τοῦ θυμοειδοῦς διάφορον. p. 272 M. Ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ πολιτείας (p. 441 b), ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίηςε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν. Quod supra de loco homerico prοbavit, iam de euripideo Galenus demonstrat δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς (sc. τὸ λογιστικὸν καὶ τὸ θυμοειδές). p. 274 M. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων, οὕτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ. —  — ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι καρτυρούντων, ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν. Ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα· (fr. 13 Bgk.) Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζώων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει, ἀλλὰ —  — παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρηένων ἁπάντων αὐτὰ σχεδδὸν ἅπαντες οἱ Στωϊκοί.

Galenus de Hipp. et Plat. plac. III 4 (120) p. 281 M. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσισδεῖων καὶ Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα [μὴ] συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι.

ibidem (121) p. 285 M. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ ‹τῆς› τοῦ Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. Nequq enim interesse, quid poetae dixerint, sed quid verum sit atque probari possit.

Galenus de Hipp. et Plat. plac. III 8 (130) p. 317 M. ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον, ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει (παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα τώς ἐστιν.)

Ἀκούω δὲ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος· τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύνβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τονις ἐχόμενοι, διαμαρτάνοντες δ᾽, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ᾽οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν παῖς [θεογονίαις] πινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα γενομένης ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ γεννήσειεν ἡ μὲν Ἥρα δι᾽ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ᾽ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ᾽ ἀμφοτέρους τοὺς λὀγους ἐστίν. διαφέρουσι δ᾽ ἐν τῷ πῶς ταῦτα συνετελέσθη πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα· λέγεται δ᾽ ἐν μὲν τῇ θεογονίᾳ οὕτω· (Hes. Theog. 886—90. 900) Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν, Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. Ἀλλ᾽ ὅτε δή ρ᾽ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην Τέξεσθαι, τότ᾽ ἔπαιτα δόλῳ φρένας ἐξαπατήσας

Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν· Ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.

εἶτα προελθών φησιν οὕτως· (ibid. 924-26) Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην, Δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην, Πότνιαν, ᾗ κέλαδοί τε ἅδον, πόλεμοί τε μάχαι τε.

στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα· Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν Ἥφαιστον τέχνησιν ἄνευ Διὸς αἰγιόχοιο, Ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων. Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο Κούρην νόσφ’ Ἥρης παρεδέξατο καλλιπαρῄου Ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν· Συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν, Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων Κάππιεν ἐξαπίνης· ἡ δ' αὐτίκα Παλλάδ' Ἀθήνην Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσιν ποταμοῖο. Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα Ἧστο Ἀθηναίης μήτηρ τέκταινα δικαίων, Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων. Ἔνθα θεὰ παρέλεκτο † Θέμις παλάμαις περὶ πάντων Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἔχουσιν Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθὴνῃ, Σὺν τῇ ἐγείνατό μιν, πολεμήϊα τεύχε’ ἔχουσαν.

Galenus de Hipp. et Plat. plac. III 8 (131) p. 321 M. ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράγει· Τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μήτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη· ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν· διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς

τικτούσης μητρός· πρὸς δὲ τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐν αὐτοῖς, τῶς [δʼ] ἂν ἐκπορεύοιτο καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοεῖν. φανερὸν γάρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρὸπον προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων· καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων· καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν τὰ παραπλήσια ⟨ἄν⟩ τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον, ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην· τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις.

Philodemus de pietate c. 16 (DDG p. 549, 9). τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κεφαλῇ· φρόνησιν γὰρ εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στήθει τὸ ἡγεμονικὸν εἶναι κἀκεῖ τὴν Ἀθηνᾶν γεγονέναι φρόνησιν οὖσαν, τῷ δὲ τὴν φωνὴν ἐκ τῆς κεφαλῆς ἐκκρίνεσθαι, λέγειν ἐκ τῆς κεφαλῆς, ὑπὸ δὲ Ἡφαίστου διότι τέχνῃ γίνεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν οἷον Ἀθρηνᾶν εἰρῆσθαι, Τριτωνίδα δὲ καὶ Τριτογένειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶν φυσικῶν καὶ τῶν ἠθικῶν καὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτῆς προσηγορίας καὶ τὰ φορή[ι]ματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ. Cf. Origenes contra Celsum VIII 67 p. 792. ἵνα δὲ καὶ τροπολογῆται καὶ λέγηται φρόνησις εἶναι ἡ Ἀθηνᾶ etc.

Chrysippi de anima lib. I pars altera. (Orationes a Galeno servatas hic in unum atque continuum contextum coniungere conatus sum). Ἡ ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν, συνεχές, παντὶ τῷ σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ σώματι· ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένων μορίῳ τὸ διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνήν φαμεν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὅλην τὴν σάρκα ἁφὴν καὶ τὸ εἰς ὄρχεις, ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον, σπερματικόν· εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ

ἡγεμονικόν. οὕτω δὲ ἐχόντων αὐτῶν τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις· οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτό, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι, τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δ’ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε τοιούτων τεκμηρίων, δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ⟨ἡ⟩ ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φλοσόφοις. Περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων. Καὶ ⟨γὰρ⟩ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ. Κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦθʼ, ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ. ⟨ὡσανεὶ γὰρ τοῦ θυμοῦ⟩ ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας γίγνεται ἡμῖν ἔμφασις . . . . . . ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν. Τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα, ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ πάντες, ἵνα ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμόν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν. οὕτω δὲ λέγεται καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρει[ν], ἔφησεν ἀλλ’ οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ, γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων καὶ οὐ καταβαίνειν, τὸν ⟨δὲ⟩ προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλὴν ἀλλοτριώτερον. Αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδὲ τὰ εἰρημένα. Τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομέν⟨ων⟩ πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστί, καὶ
ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. Ἀφ’ ἧς τε φορᾶς λέγομεν, μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἄπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι, διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεῖσθαι καταβῆναι αὐτῶν . . . . . Εὔλογον δὲ εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι καὶ ἐξ οὗ ὁ λόγος (ἐκπέμπεται), ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος· οὐ γὰρ ἄλλη μὲν πηγὴ λόγου ἐστίν, ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγή, ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἀπλῶς ἄλλη φωνῆς πηγή ἐστιν, ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέρος. τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν αὐτὴν πηγὴν εἶναι λόγου. Τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐκφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν προειρημένον τρόπον. Οὕτως δὲ καὶ τὸ ἐγὼ· λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ ⟨λέγειν, εἰς τὸ ἐκεῖ⟩ ἀποφαίνεσθαι τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης· καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λέγομεν, εὐθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης καὶ κατὰ τὴν ἑξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεθα, κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ στῆθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἑξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε. (⟨καὶ γὰρ⟩ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὑπάρχειν ἐνδεικνύμεθα). Τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. Ὁρμῶμέν ⟨τε γὰρ⟩ κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα . . . . . . . Ἔχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ⟨ἀντειπεῖν⟩ ἐπὶ πᾶσι, μήποτ’ εἰ καὶ τοῦτο δοθείη (καθάπερ ἐπιπορεύονται) ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη, ἐπιζητήσομεν. σχεδὸν γὰρ οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνομένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδίᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης . . . . . . Κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί που εἶναί τινες, καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. Τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς
ὅλης ψυχῆς συνδρομή, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος. καθ’ ὃ καὶ συνιζάνουσιν εἰς αὑτούς, συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικόν, καὶ κατὰ τὴν ⟨καρδίαν⟩ ὡς ἂν τούτου φυλακτικήν. Καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που ἐκφανῶς γίγνεται, οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδεὶς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα. Ἀτόπον οὖν τὸ κατὰ ταῦτα λεχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας ἐν ἄλλῳ γίγνεσθαι τόπῳ ἢ τῷ ἡγεμονικῷ· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γιγνόμενα. ὃν τρόπον γάρ, ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίγνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γιγνομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γιγνομένης. Καθ’ ἣν ἔι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· ἡψάμην σου τῆς καρδίας ὥσπερ τῆς ψυχῆς, καὶ ἅπτομαι τῆς καρδίας λέγομεν, οὐχ, ὡς ἀντιπαρέλθοιεν ἄν τινες ἡμᾶς, ⟨ὡς⟩ ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι, ὡς ἄν τις ἔφη τῶν ἑντός σου ἅπτομαι διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. Καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον . . . . . Παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον ἢ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου ἤτοι κατὰ τὰ αὐτά, ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. Κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται . . . . Καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γιγνόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίγνεσθαι περὶ τούτους τοὺς τόπους . . . . Εὗ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὑτοῖς γιγνόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίγνεσθαι, καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο· ἀπὸ γὰρ τῆς διανοίας δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ ἐκτὸς ἐκπέμπειν. Οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται . . . . Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν, καθάπερ καὶ ἔδει ποιῆσαι. Ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται·
Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων. Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. (plures versus allatos fuisse testatur Galenus) . . . . . . . . . . . Ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα διὰ τούτων ἐμφαίνει· Οὐ γὰρ πώποτ’ ἔμ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε. Ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι τὰ τοιαῦτα ἐμφαίνει πλεί- ονα ὄντα· Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. καὶ ἔτι· Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι. Ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός. (sequebatur infinita fere versuum copia ex Homero, Hesiodo, Stesichoro, Empedocle, Orphicis, Tyrtaeo, tragoediae denique poëtis). Ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. Ἀκούω δέ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί, πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’ ὡς ἐμοὶ φαίνεται καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ’ οἱ μὲν οὕτως ἀπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον· ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἔν τισι, τινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς ⟨ὡς⟩ πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ, γεννήσειεν ἡ μὲν Ἥρα δι’ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν. διαφέρουσι δ’ ἐν τῷ πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα· λέγεται δ’ ἐν μὲν τῇ θεογονίᾳ οὕτω· (sequuntur Hesiodi theog. vv. 886-90 v. 900) εἶτα προελθών φησιν οὕτως· (sequuntur vv. 924-26) στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Mῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα (sequuntur undeviginti versus Hesiodei). Τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’
ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ⟨καταποθῆναι⟩ ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι - καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν - διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι. εἶτα μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς τικτούσης μηρός. Πρὸς δὲ τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐντός, πῶς ἂν ἐκπορεύοιτο καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρόπον προβάτου κεφαλὴ λέγεται καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων· καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ ⟨τὰ⟩ σύμβολα γιγνομένων πλειόνων. Καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης, ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλήν, τὰ παραπλήσια ἄν τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φασιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον, ⟨ἀλλʼ⟩ ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως † ἔροιντο †. ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸ ἡμέτερον εἶναι, ὡς ἔφην· τὰ γὰρ ἐντὸς γιγνόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον.

[Plutarchus] de fato cp. 11 p. 574d. capita Chrysippeae de fato disputationis enumerat κατὰ δὲ τὸν ἐναντίον (scil. λόγον) μάλιστα μὲν [καὶ] πρῶτον εἶναι δόξειε τὸ μηδὲν ἀναιτίως γίγνεσθαι, ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον, σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δὲ [τὰ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι] μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς ⟨σὺν⟩ θεῷ ὑπάρχουσα, ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα [δευτέρα] τρίτον (immo τέταρτον) δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές.

Stobaeus eclog. I 79, 1 W. Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς εἱμαρμένης, τάξει τοῦ παντὸς διοικτικήν. Τοῦτο μὲν οὖν ἐν τῷ δευτέρῳ Περὶ Κόσμου. Ἐν δὲ τῷ δευτέρῳ Περὶ Ὅρων καὶ ἐν τοῖς Περὶ Τῆς Εἱμαρμένης καὶ ἐν ἄλλοις σποράδην πολυτρόπως ἀποφαίνεται λέγων· Εἱμαρμέη ἐστὶν ὁ τοῦ κόσμου λόγος ἢ λόγος τῶν ἐν τῶ κόσμῳ προνοίᾳ διοικουμένων ἢ λόγος καθ’ ὃν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. Μεταλαμβάνει δ’ ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν, τὴν αἰτίαν, τὴν φύσιν, τὴν ἀνάγκην, προστιθεὶς καὶ ἑτέρας ὀνομασίας, ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας τασσομένας καθ’ ἑτέρας καὶ ἑτέρας ἐπιβολάς. Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατ’ αὐτὰς διαμερισμοῦ, Κλωθώ καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται· Ἄτροπον δὲ ὅτι ἀμετάθετος καὶ ἀμετάβλητός ἐστιν ὁ καθ’ ἕκαστα διορισμὸς ἐξ ἀϊδίων χρόνων· Κλωθὼ δὲ ὅ ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς

κλωθομένοις παραπκησίως διεξάγεται, κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν ὀνομάτων ἅμα καὶ τῶν πραγμάτων συμπαρισταμένων εὐχρήστως. cf. Plut. de plac. I 28 et Theodoret. VI 14. (Fortasse Chrysippum spectat Critolaus apud Philonem περὶ ἀφθ. κ. p. 248, 1 ἐπεὶ δὲ εἱμαρμένη κατὰ τοὺς ἄριστα φυσιολογοῦντας ἄναρχος καὶ ἀτελεύτητός ἐστιν, εἴρουσα τὰς ἑκάστων ἀνελλιπῶς καὶ ἀδιαστάτως αἰτίας).

Diogenianus apud Eusebium praep. ev. VI p. 263 c. Τεκμήριον δὲ καὶ ἄλλο ἰσχυρὸν φέρειν Χρύσιππος οἴεται τῆς ἐν ἅπασιν εἱμαρμένης τὴν θέσιν τῶν τοιούτων ὀνομάτων. τήν τε γὰρ πεπρωμένην πεπερασμένην τινά φησιν εἶναι καὶ συντετελεσμένην διοίκησιν, τήν τε εἱμαρμένην εἰρομένην τινὰ εἴτε ἐκ θεοῦ βουλήσεως εἴτε ἐξ ἧς δήποτε αἰτίας. ἀλλὰ καὶ τὰς Μοίρας ὠνομάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ. οὕτω δὲ καὶ τὸ χρεὼν εἰρῆσθαι τὸ ἐπιβάλλον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. τόν τε ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς ὑποβάλλει χρόνους ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι’ ὧν ἐπιτελεῖται. καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ συγκεκλῶσθαι καὶ συνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμένην τινὰ εἶναι διέξοδον. ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια φλυαρῶν ἀποδεικνύναι τὴν ἐν ἅπασιν ἀνάγκην νομίζει. Theodoret. VI 11 p. 86, 51.

Diogenes Laërt. VII 149. καθ’ εἱμαρμένην δέ φασι τὰ πάντα γίνεσθαι Χρύσιππος ἐν τοῖς περὶ εἱμαρμένης καὶ Ποσειδώνιος ἐν δευτέρῳ περὶ εἱμαρμένης καὶ Ζήνων, Βόηθος δὲ ἐν πρώτῳ περὶ εἱμαρμένης. ἔστι δὲ εἱμαρμένη αἰτία τῶν ὄντων εἰρομένη ἢ λόγος καθ’ ὃν ὁ κόσμος διεξάγεται.

Theodoretus VI 14. Καὶ Χρύσιππος δὲ ὁ Στωϊκὸς μηδὲν διαφέρειν εἶπε τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον, εἶναι δὲ τὴν εἱμαρμένην κίνησιν ἀΐδιον συνεχῆ καὶ τεταγμένην. Cf. Stobaeus I 78, 4 (Aëtii plac. I 27, 2 p. 322 D). ⟨Χρύσιππος⟩ μὴ διαφέρειν τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον *** κατ’ ἐπιπλοκὴν τῶν μερῶν συνηρτημένην

Aëtius Plac. I 28, 4. Οἱ Στωϊκοὶ εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράβατον (sc. τὴν εἱμαρμένην). Cf. Suidas s. v. εἱμαρμένη.

Nemesius de nat. hom. cp. 37 p. 299. εἰ δὲ ἡ εἱμαρμένη

εἱρμός τις οὖσα αἰτιῶν ἀπαράβατος· οὕτω γὰρ αὐτὴν οἱ Στωϊκοὶ ὁρίζονται· (τουτέστι τάξιν καὶ ἐπισύνδεσιν ἀπαράλλακτον) οὐ κατὰ τὸ συμφέρον, ἀλλὰ κατὰ τὴν οἰκείαν κίνησιν καὶ ἀνάγκην ἐπάγει τὰ τέλη.

Servius ad Verg. Aen. III 376. definitio fati secundum Tullium, qui ait: Fatum est conexio rerum per aeternitatem se invicem tenens, quae suo ordine et lege variatur, ita tamen, ut ipsa varietas habeat aeternitatem.

Alexander de anima libri mantissa p. 185, 1 Bruns. ἀλλὰ μὴν ὁμολογεῖται πάντα τὰ καθ’ εἱμαρμένην γιγνόμενα κατὰ τάξιν καὶ ἀκολουθίαν γίγνεσθαί τινα καί τι ἐφεξῆς ἔχειν ἐν αὑτοῖς. —  — εἱρμὸν γοῦν αἰτίων αὐτήν φασιν εἶναι.

Cicero de divinatione I 55, 125. Fatum autem id appello, quod Graeci εἱμαρμένην, id est ordinem seriemque causarum, cum causa causae nexa rem ex se gignat. Ea est ex omni aeternitate fluens veritas sempiterna. Quod quum ita sit, nihil est factum, quod non futurum fuerit: eodemque modo nihil est futurum, cuius non causas id ipsum efficientes natura contineat. 126. Ex quo intelligitur ut fatum sit non id quod superstitiose, sed id quod physice dicitur, causa aeterna rerum, cur et ea quae praeterierunt facta sint, et quae instant fiant, et quae sequentur futura sint.

Cicero de nat. deor. III 14. praesertim cum vos iidem fato fieri dicatis omnia, quod autem semper ex omni aeternitate verum fuerit, id esse fatum.

Servius ad Verg. Aeneid. I 257. et simul per transitum Stoicorum dogma ostendit, nulla ratione posse fata mutari. Cf. ad II. 689. Secundum Stoicos locutus est, qui fati adserunt necessitatem.

Commenta Lucani Lib. II 306 p. 69 Us. et hoc secundum Stoicos qui omnia dicunt fato regi et semel constituta nec a numinibus posse mutari.