Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus de Hipp. et Plat. plac. II 4 (96) p. 196, 97 M. εἴπερ ἡ φωνὴ τυπουμένου πως τοῦ κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν ἐγίγνετο, κἄπειθ’ ἑαυτῷ τὸ κατὰ τὴν φάρυγγα συντυποῦντος, οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν etc. ibidem (97). οὐδ’ ἐστὶν οὐδεὶς λόγος, ὃς ἀναγκάσει μίαν ἀρχὴν ἀπασῶν εἶναι τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν.
Galenus de Hipp. et Plat. plac. II 5 (98) p. 203 M. βούλομαι δέ, πρὶν ἐλέγχειν αὐτούς, ἔτι καὶ τὸν τοῦ Χρυσίππου (sc. λόγον) παραυέσθαι, τόνδε τὸν τρόπον ἔχοντα· Εὔλογον δέ, εἰς ὃ γίγνονται αἱ ἐν τούτῳ σημασίαι, καὶ ὲξ οὗ ⟨ὁ⟩ λόγος, ἐκεῖνο εἶναι τὸ κυριεῦον τῆς ψυχῆς μέρος. οὐ γὰρ ἄλλη μὲν [ἡ] πηγὴ λόγου ἐστίν, ἄλλη δὲ διανοίας, οὐδὲ ἄλλη μὲν φωνῆς πηγή, ἄλλη δὲ λόγου, οὐδὲ τὸ ὅλον ἁπλῶς ἄλλη φωνῆς πηγή ἐστιν, ἄλλο δὲ τὸ κυριεῦον τῆς ψυχῆς μέροσ. - τοιούτοις δὲ καὶ τὴν διάνοιαν συμφώνως ἀφοριζόμενοι λέγουσιν αὐτὴν πηγὴν εἶναι λόγου. - Τὸ γὰρ ὅλον ὅθεν ὁ λόγος ἐκπέμπεται, ἐκεῖσε δεῖ καὶ τὸν διαλογισμὸν γίγνεσθαι καὶ τὰς διανοήσεις καὶ τὰς μελέτας τῶν ῥήσεων, καθάπερ ἔφην. ταῦτα δὲ ἐκφανῶς περὶ τὴν καρδίαν γίγνεται, ἐκ τῆς καρδίας διὰ φάρυγγος καὶ τῆς φωνῆς καὶ τοῦ λόγου ἐκπεμπομένων. πιθανὸν δὲ καὶ ἄλλως, εἰς ὃ ἐνσημαίνεται τὰ λεγόμενα, καὶ σημαίνεσθαι ἐκεῖθεν, καὶ τὰς φωνὰς ἀπ’ ἐκείνου γίγνεσθαι κατὰ τὸν προιρεημένον τρόπον. ἅλις ἤδη μοι τῶν περὶ τῆς φωνῆς λόγων τῶν Στωϊκῶν· εἰ γὰρ καὶ τοὺς ὑπὸ τῶν ἄλλων ἠρωτημένους ἐφεξῆς γράφοιμι σύμπαντας, εἰς ἄμετρόν τι μήκος ἐκπεσεῖται τὸ γράμμα. οὐ γὰρ ἂν οὐδὲ τῶν ὑπὸ Χρυσίππου τε καὶ Διογένους εἰρμένων ἐμνημόνευσα λόγων, ἀλλ’ ἠρκέσθην ἐξετάσας τὸν τοῦ Ζήνωνος μόνον, εἰ μὴ πρός τινα τῶν Στωϊκῶν ἐγεγόνει μοί ποτε ἀμφισβήτησις ὑπὲρ τοῦ χωρεῖ ῥήματος, ὅπερ ἔλαβεν ὁ Ζήνων ἐν τῷ λόγῳ γράψας ὡδί· φωνὴ διὰ φάρυγγος χωρεῖ. τὸ γὰρ χωρεῖ τοῦτο ῥῆμα ἐγὼ μὲν ἠξίουν ἀκούειν ἐν ἴσῳ τῷ ἐξέρχεται ἢ ἐκπέμεται. ὁ δὲ τούτων μὲν μηδέτερον ἔφη σημαίνεσθαι πρὸς αὐτοῦ. καὶ τρίτον ἄλλο παρὰ ταῦτα λέγειν οὐκ εἶχεν. ἠναγκάσθην οὖν αὐτῷ τὰ τῶν ἄλλων Στωϊκῶν παραναγιγνώσκειν βιβλία, μεταλαμβανόντων τὴν λέξιν ἢ εἰς τὸ ἐξέρχεται ἢ εἰς τὸ ἐκπέμπεται, καθάπερ καὶ νῦν ἀπέδειξα Χρύσιππόν τε καὶ Διογένην, μεθ’ οὓς οὐκ ἀναγκαῖον ἡγοῦμαι τὰς τῶν ἄλλων παραγάφειν ῥήσεις etc. p. 101, p. 214 M. Gal. de verbo ἐκεῖσε 1haec disputat: δῆλον γὰρ δή, ὅτι τὸ ἐκεῖσε ἀντὶ τοῦ ἐκεῖ ὁ Χρύσιππος εἴρηκεν, ὅπερ ἴσον
δύναται τῷ ἐν ἐκείνῳ τῷ μέρει τοῦ σώματος. οὐ γὰρ δὴ τό γε εἰς ἐκεῖνο τὸ μόριον ἡγητέον αὐτὸν βούλεσθαι δηλοῦν ἐν τῷ λέγειν ἐκεῖσε, κἂν ὅτι μάλιστα τὸ μὲν ἐκεῖσε εἰς τόπον ᾖ δηλοῦν, τὸ δὲ ἐκεῖ ἐν τόπῳ. σολοικίζειν γὰρ μᾶλλον ὑποληπτέον ἐν τῇ φωνῇ τὸν Χρύσιππον ἤπερ οὕτω προφανῶς ἀδιανόητα λέγειν. τὸ μὲν γὰρ ἱκανῶς σύνηθες αὐτῷ καὶ μόνον οὐ καθ’ ἑκάστην ῥῆσιν γινόμενον, τὸ δ’ ἀδιανόητα λέγειν οὐδαμῶς. ἐνίοτε γὰρ που καὶ ψευδῆ λέγει, καθάπερ καὶ κατὰ τοῦτον τὸν λόγον, ἀλλ’ οὐκ ἀδιανόητά γε. διαφέρει γὰρ πάμπολυ τὸ ψεῦδος τοῦ ἀδιανοήτου etc.Galenus de Hipp. et Plat. plac. II 2 p. 172 Mü. ἃ δ' οὖν ὑπὲρ τῆς ,ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἔνεκα. Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ † ἀποφαίνεσθαι † τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης. καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λὲγομεν, ευθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης, καὶ κατὰ τὴν ὲξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεσθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στήθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἐξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε. (Agitur de sede τοῦ ἡγεμονικοῦ). p. 175 Mü.: διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὐπάρχειν ἐνδεικνύμεθα μάλλον, καὶ οὐκ αὐτῷ τῷ κινουμένῳ.
Galenus de Hipp. et Plat. plac. III 5 (124) p. 295 Mü. ὅμοια δὲ — — τὰ κατὰ τὴν ἑτυμολογίαν τοῦ τῆς καρίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς ὦδέ πως ἔχοντα. Τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. — — - ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει·
Ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα. — — Ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιπποσς παρέδραμεν, ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ μηκύνει περιττῶς.Galenus de Hippocr. et Plat. plac. I 5 (78) p. 138 Mü. εἰ τρώσαις αὐτὴν (sc. τὴν καρδίαν) εὐθὺς ἐκχεῖται τὸ αἷμα. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι, κἄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν. ibidem 6. (79) p. 141. Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φασίν εἶναι τὴν κοιλίαν ταύτην (sc. τὴν ἀριστερὰν τῆς καρδίας). ibidem 6. (80) p. 143 M. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, [ὡς] μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατόμων. ibidem 7 (81) p. 145 M. Ἐγὼ δέ, ἐπειδήπερ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι, καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρός, ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. ibidem 10 (86) p. 163 M. οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ (sc. ὁ Ἀριστοτέλης), οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις, ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον, ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν.
Galenus de Hipp. et Plat. plac. II 5 (102) p. 215 M. κατὰ μὲν γὰρ ἄλλην τινὰ (sc. ῥῆσιν) μετ’ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγκασθῆναι δὲ εἶπον αὐτόν, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ, κἄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέψον καὶ καθ’ ἑαυτοῦ, συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων. — — - παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτήν, ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος, ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος ἀποδεικτικός. ἔστι δὲ τοιάδε· Ἔχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μήποθ’ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται, ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη, ἐπιζητήσομεν. σχεδὸν γάρ, οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνοένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδιᾳ μὲν τοῦ
ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης. ὃ δὴ γὰρ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν· εἰ καὶ συγχρήσειέ τις, ἀρχὴν εἶναι νεύρων τὴν κεφαλήν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι, τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων. ibidem (104) p. 224 M. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ, καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα, καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων ἢ ἐτυμολογία τις ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. — — αὐτὸς δὲ ὥσπερ οὐ κατ' ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθές, ἀπεχώρησέ τε τῆς ζητήσεως καὶ ποιητὰς ἐπάγεται μάρτυρας. Galen. de H. et Plat. dogm. II 7 (106) p. 230 M. μέμφομαι δὲ αὐτῳ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν, οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων ἔμπροσθεν μὲν ὡς ἀποδειτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν.Galenus de Hipp. et Plat. plac. III 5 (124) p. 297 M. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιος ἐξηγεῖται προσηγορίαν — — τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπ’ αὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ὧδε· Κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί που εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. — — οὕτω δὲ κἀπειδὰν ἐπιφέρων εἴτῃ· Τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλ’ ἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι μαρτυρεῖ κἀνταῦθα τῷ τοῦ Πλάτωνος λόγω. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς. Ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ ἡ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομή, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθ’ ὃ καὶ συνιζάνουσιν εἰς αὑτούς,
συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικόν, καὶ κατὰ τὴν ⟨καρδίαν⟩ ὡς ἂν [αὐτῶν] τούτου φυλακτικήν. καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται, οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδεὶς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, ὁ δὲ περὶ τὴν καρδίαν μάλιστα. — — ἀλλὰ τοῦτο μὲν καὶ παρ’ αὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεανθης καὶ Ζὴνων ἑτοίμως αὐτὰ τιθέασιν.Galenus de Hipp. et Plat. plac. III 7 (126) p. 302 M. Χρύσιππος ἐν τῇ μετὰ τὰς πρεγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μορίου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν ἢ παραμυθίαν ἢ πιθανότητα τῷ λόγῳ προστιθείς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ, τόνδε τὸν τρόπον ἐχούσης· Ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτ . . . θησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας ἐν ἄλλῳ γίνεσθαι τόπῳ ἢ τῷ ἡγεμονικῷ· τὰ δὲ αὐτὰ καὶ ἐπί τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γάρ, ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέπῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης. p 305 M.: ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσυαι τὸ ζῶον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι.
Galenus de Hipp. et Plat. plac. III 7 (127) p. 307 M. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῳτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς ⟨ὑπὲρ⟩ ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι. Καθ' ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· 'ἡψάμην σου τῆς καραδίας', ὥσπερ τῆς ψυχῆς καὶ 'ἅπτομαι τῆς καρδίας' λέγομεν, οὐκ ὡς ἀντιπαρέλθοιεν ⟨ἄν⟩ τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπάγχνων λέγοντες καὶ τοῦ ἥτατος, ἀλλὰ τοῖς προειρμένοις παραπλησίως· ἐκεῖνα γάρ μοι
δοκεῖ λέγεσθαι, ὡς ἄν τις ἔφη, 'τῶν ἐντός σου ἅπτομαι’ διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσουτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον.Galenus de Hipp. et Plat. plac. III 4 (118) p. 276 Mü. Καὶ γὰρ οὖν ὅταν εἴπῃ (sc. Chrysippus) διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τάνδρὸς etc. — — ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον ᾖ τινι διανοίᾳ λέγουσιν οἱ πολλοί, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸν ἄσπλαγχνον· ἔχει δὲ ἡ ῥῆσις ὧδε. Παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἕχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. Ἡ μὲν ῥῆσις αὕτη· χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτω γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ τὸ λαβὲ μηδὲν καὶ κράτει καλῶς. Affirmat porro G. summam cum nimia brevitate obscuritatem his verbis inesse. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον — — τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπ’ αὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων — — - ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα καὶ μὴ παρεληλυθέναι τελέως αὐτό, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδ’ ὅλως μανθάνομεν. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ῇ τὸ ἄσπλαγχον καὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον ἡ καρδία, τὸ δ’ ἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τ’ ἐστὶ καὶ κύριον. οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν,
ἀλλ’ ἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτό, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς ἀντιλέγουσι, πρὶν γνῶναι τὸ λεγόμενον. οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν, οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους· καίτοι τά γ’ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς. ἀλλ’ ὅταν, ὡς εἶπον, ἐπί τι τοιοῦτον ἀφίκωνται, μηδεμίαν ἔχον εὐπορίαν φλυρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θ’ ἅμα καὶ ἀσαφῶς παρατρέχουσιν, οἱ δ’ ἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μάλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται, προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς, ἤπερ ὁμολογοῦσι νενικῆσθαι. ἀλλὰ τοὺς μὲν ἀσπκάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφ’ ὧν ἐπικαλοῦνται μαρτύρων.Galenus de Hipp. et Plat. plac. III 7 (128) p. 309 Mü. μετὰ δὲ ταῦτα τοιάνδε τινὰ γράφει ῥῆσιν· Κατὰ τοιαύτην δέ μοι δοκοῦσι μάιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾶν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθ’ ἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται. ibidem p. 311 M. ὥσπερ γε κἀν τοῖς ἑξῆς τῶν προγεγμμένων, ἐν οἶς φησι· Καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους. ibidem p. 312 M. ἐφεξῆς δὲ τούτων τάδε γράφει· Εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὑτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι, καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο. ibidem (129) p. 313 M. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαι δὲ καὶ ἐκ τῶν ἐπειφερομένων· Ἀπὸ γὰρ τῆς διανοίας, φησί, δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ ἐκτὸς ἐκπέμπειν. ὁμολογούμενον γάρ λαμβάνων, ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων αὐτὸ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον, ἐν τῇ καρδλιᾳ γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν. — — - ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς.
p. 314 M. Οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται.Galenus de Hipp. et Plat. plac. III 7 (129) p. 315 M. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία Χρσίππου πρὸς ἑαυτὸν — — - ἐν δὲ τῷ παρόντι τῶν ῥῆσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον ἐχουσῶν ὧδε· Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά, καθάπερ καὶ δεῖ ποιῆσαι. — — καὶ διὰ τῶν ἑξῆς δὲ προειπών, ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει· Ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων ἐμφαίνει· (Ξ 315) Οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνί στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν. εἶτ' ἐφεξῆς· Ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα· (Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. καὶ· (Σ 168) Χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.