Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus de Hipp. et Plat. plac. V 1 (155) p. 404 Mü. Ὁ περὶ τῶν παθῶν τῆς ψυχῆς λόγος ἀναγκαῖος μὲν ἦν ἡμῖν ἐσκέφθαι καὶ δι’ ἑαυτόν· ἀναγκαιότερον δὲ ἐποίησαν αὐτὸν οἱ περὶ τὸν Χρύσιππον εἰς ἀπόδειξιν τοῦ περιέχοντος τόπου τὸ τῆς ψυχῆς ἡγεμονοῦν προσχρησάμενοι. δείξαντες γάρ, ὡς μὲν αὐτοὶ νομίζουσιν, ἅπαντα τὰ πάθη συνιστάμενα κατὰ τὴν καρδίαν, ὡς δὲ τἀληθὲς ἔχει, τὰ κατὰ μόνον τὸν θυμόν, ἔπειτα προσλαβόντες, ὡς ἔνθα ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον αὐτῆς, οὕτως ἤδη περαίνουσιν, ἐν τῇ καρδίᾳα τὸ λογιστικὸν ὑπάρχειν.
Galenus de Hipp. et Plat. plac. II 5 (99. 100) p. 208 Mü. καὶ τοῦτο βούλεταί γε Ζήνων καὶ Χρύσιππος ἅμα τῷ σφετέρῳ χορῷ παντί, διαδίδοσθαι τὴν ἐκ τοῦ προσπεσόντος ἔξωθεν ἐγγινομένην τῷ μορίῳ κίνησιν εἰς τὴν ἀρχὴν τῆς ψυχῆς, ἵν’ αἴσθηται τὸ ζῷον.
Galenus de Hipp. et Plat. plac. II 2 p. 170 Mü. τὰ γὰρ ἰδιώτικά τε καὶ ῥητορικὰ λήμματα αἰδοῦνται (sc. οἱ περὶ Ἀριστοτέλην) παραλαμβάνειν εἰς ἀποδείξεις ἐπιστημονικάς, ὧν πέπλησται τὰ Χρυσίππου βιβλία, ποτὲ μὲν ἰδιώτας ἐπικαλούμενα μάρτυρας ὧν ὑποτίθεται λημμάτων, ἔστι δ’ ὅτε ποιητάς, ἢ τὴν βελτίστην ἐτυμολογίαν, ἤ τι ἄλλο τοιοῦτον, ἃ περαίνει μὲν οὐδέν, ἀναλίσκει δὲ καὶ κατατρίβει μάτην ἡμῶν τὸν χρόνον αὐτὸ τοῦτο μόνον ἐνδεικνυμένων αὐτοῖς, ὡς οὐκ ἔστιν ἐπιστημονικὰ τὰ τοῦ συμπεράσματος λήμματα, μετὰ ταῦτα δὲ καὶ συγκαταβαινόντων τε καὶ συμπαλαιόντων αὐτοῖς ὑπὲρ τοῦ δεῖξαι καὶ τοὺς ἰδιώτας καὶ τοὺς ποιητὰς οὐδὲν ἧττον ἡμῖν ἢ ἐκείνοις μαρτυροῦντας, ἀλλ’ ἔστιν ὅτε καὶ μᾶλλον etc. — — ἐν ἑτέρᾳ πραγματεία δέδεικταί μοι τῇ περὶ ὀνομάτων ὀρθότητος, ἔνθα καὶ περὶ τῆς ἐγὼ φωνῆς ἐπέδειξα τὸν Χρύσιππον ἐτυμολογοῦντα ψευδῶς. τί μὲν οὖν ἔτι δεοίμην ὑπὲρ τῶν αὐτῶν ἐνταῦθα διεξιέναι; Χρυσίππῳ μὲν γὰρ καὶ τοῦτο φίλον, οὐ δὶς ἢ τρίς, ἀλλὰ καὶ τετράκις ἐνίοτε καὶ πεντάκις ὑπὲρ τῶν αὐτῶν ἐν διαφερούσαις πραγματείαις διέρχεσθαι· φυλάξαιτο δ’ ἄν τις αὐτὸ τῶν χρόνου φειδομένων.
Galenus de Hipp. et Plat. III 5 (123) p. 293 Mü. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, δι’ ὧν ὁ Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ἡ ῥῆσις βούλεται, πολλάκις δ’ ὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ ὁ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ibi enim graviores Chrysippi voces se refutavisse, plane futilibus omissis. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι μηδ’ ὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ μηδὲ ταῦθ’ ὑπερβῆναι παντελῶς, ἀλλ’ ἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, — — διὰ τοῦτο προσέθηκα πάντα ταῦτα. — — περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν — — ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅταν ἐφαπτώμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνήν, ἃ δὴ κἀν τοῖς ἐτυμολογικοῖς εἶπεν, ἔχειν τι φάσκων αὐτὴν δεικτικὸν ἐκ τοῦ φαινομένου, διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβήν ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. — — p. 295. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος, ἑξῆς τῶν
προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ὧδέ πως ἔχοντα (sequ. verba). Dein Chr. summam totius doctrinae brevibus verbis attigisse refert. p. 296. ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος - πάντα. p. 297. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς — — καὶ μετὰ ταῦτα τὴν ἀκάρδιος ἐξηγεῖται προσηγορίαν. — — p. 298. ἥ τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας. — — p. 303. ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον. — — p. 308. ἡψάμην σου τῆς καρδίας. — — p. 309. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν ἐν ᾗ τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται. — — p. 309. κατὰ τοιάνδε μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον — — sequuntur quatuor alia fragmenta huic cohaerentia, p. 314. 15. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ, καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον. — — p. 315. ὁ δὲ ποιητὴς πλεονάζων - ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα - ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι. — — p. 316. τὰ δ’ ὑπόλοιπα κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμών, ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν, ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα. — — p. 317. Νυνὶ μέντοι - ἑξῆς προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.Galenus de Hipp. et Plat. Plac. III 1 (112) p. 251 Mü. λέγω δὴ ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι, οὑτωσί λέγει. Ἡ ψυχὴ μνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντί τῷ σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ σώματι. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένων μορίῳ, τὸ διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνήν ⟨φαμεν⟩ εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὄλην
τὴν σάρκα ἁφήν, καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον σπερματικόν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν. οὕτω δὲ ἐχόντων αὐτῶν, τὰ μὲν λοιπὰ συμφψνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτό, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσασ εἶναι, τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δ’ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντεύχηκεν οὔτε τῶν τεκμηρίων, δι’ ὦ ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προήλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος. αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίακαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρθσίππῳ — — - p. 254. τὰ δ’ ἐφεξῆς οὐκέθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν, ὐπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτά, κἀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, etc.Galenus de Hipp. et Plat. plac. III 1 (113) p. 254 Mü. ἄρχεται δὲ ἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων, ὃ κατὰ μαρτύρων δόξαν ἤ πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν ἄξιον πιστεύεσθαι. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ὦδέ πως ἔχουσαν· Περὶ ὦν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῶς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων. κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν· εἶτ’ ἐπιφέρων φησί· Καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ. εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν ἐπιχειρημάτων αὐτῶν ὦδέ πως γράφει κατὰ λέξιν·
Κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο, ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων, καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ. ⟨ὡσανεὶ γὰρ τοῦ θυμοῦ⟩ ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπὶ τινα καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. (Dein probat Galenus, his verbis Chrysippum Platonis decretum demonstravisse: τὸν θυμὸν ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρειν).Galenus de Hipp. et Plat. plac. II 7 (106) p. 230, 16 Mü. εὑρίσκω δὲ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμομονικοῦ πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπών, ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἶς ἐστι τοῦ ζώου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται, διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ, μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται. ἔχουσι δ’ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον. Οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συνέτευχεν, οὔτε τῶν τεκμηρίων, δι’ ὦν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν [οὐδʼ] ἐπὶ τοσοῦτον ἀντιλογίας προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις. Ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν, ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατὰ τε τὸν θώρακα καὶ τὴν καρδίαν. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· Κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπί τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτα κται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν [λέγω] καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ. Κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν, οὐ τολμήσας ἄντικρυς εἰπεῖν, αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων. ὡσανεὶ γὰρ ἔφη συναισθανόμενοι, μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· Ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον
τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν. εἶτ' ἐφεξῆς τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι. καὶ πὰλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος, καὶ τὰ τῶν ὀργιξομένων πάθη, φησί, φαίνεται περὶ τὸν θώρακα γιγνόμενα, καὶ τὰ τῶν ἐρωντων. καὶ λοιπὸν οὐκ ἔτι παύεται περὶ τών παθῶν διαλεγόμενος, ὡς ἔν τε τῷ θώρακαι καὶ περὶ τὴν καρδίαν μάλιστα σθνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρὸς ὅπως τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φηίν, οὐτ’ αἴσθησιν οὐδεμίαν ἐμφανῆ γίγνεσθαι, ποῦ τὸ κύριον τῆς ψυχπης μέρος, οὔτε τεκμήριον· οὐ γὰρ ⟨ἂν⟩ ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους.Galenus de Hipp. et Plat. plac. II 7 (107) p. 235 Mü. ἀλλ' οὔτ’ ἐν τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς, οὕτ’ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθα τὸ ἄλογόν ἐστιν, ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει.
Galenus de Hipp. et Plat. plac. II 8 (109) p. 243 Mü. μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζῴοις ὑπείληπται. Λέγουσι γάρ, ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχή, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχήν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ibidem (110) p. 245 M. οὐ μὴν οὐδ’ ὅταν εἴπωσιν, ὅθεν ἡ χορηγία τοῦ πνεύματος, ἐνταῦθ’ εἶναι τὸ ἡγεμονικόν, εἶτ’ ἐπ’ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ πνεῦμα, συγχωρητέον αὐτοῖς. (Dein dubitat Galenus, utrum τὸ ψυχικὸν an τὸ ζωτικὸν an τὸ προσαγορευόμενον ὑλικὸν πνεῦμα dicere voluerint).
Galenus de Hipp. et Plat. plac. III 2 (114) p. 258 Mü. Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν, ὦν ἐφεξῆς γράφεις ὡδί (Il. Σ 109) Ὅς γε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. Καὶ πάλιν· (frg. trag. adesp. 142 N.) Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρ’ ἄνω. καὶ πάλιν· (frg. trag. adesp. 143 N.) Πηδῶν δ' ὁ θυμὸς ἔνδοθεν μαντεύεται. καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα, κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο,
πειρασθῆναο γοῦν [ἐπιχειρῆσαι] δεῖξαι, καθ’ ἓν τοῦτο τὸ μόριον εἶναο τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει· Τῆς μὲν ὀργῆς γιγνομένης ἑνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ νὴ Δία τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον. (Dicit Galenus Chrysippum hanc sententiam a Zenone acceptam nusquam demonstrasse).Galenus de Hipp. et Plat. plac. III 5 (122) p. 287 Mü. Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας. οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παραλθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε· Τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα, ἐχόμενοι τῆς ῥηθείσης φορᾶς· πρῶτον μὲν γάρ, ἵνα πάντες ἐντεῦθεν ἄρξυμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμόν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτη φορὰν λέγομεν. οὕτω δὲ λέγεται καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρει ἔφησεν, ἀλλ' οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν [δʼ] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομέων καὶ οὐ καταβαίνειν, τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλήν, ἀλλοτριώτερον.
Ad haec verba explicanda aliquatenus utilia sunt quae addit G: Τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλούς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν λεγομένων, ⟨ἀλλ'⟩ ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύπην ἢ θυμὸν ἤ τι τοιοῦτον πάθος ἐκκαλεσόμεα, μὴ φροντίζῃ δὲ αὐτῆν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος.Galenus de Hipp. et Plat. plac. III 5 (122) p. 290 Mü. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ' ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται. Αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδε τὰ εἰρημένα. Haec nihil facere ad probandam Chrys. sententiam, dicit G: οὐδὲ γὰρ αὖγαι λέγουσιν οὕτως, οὐδ’ ὀρχοῦνται ταῖς χερσίν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας ἢ ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ’ ὅλως ἀγανακτεῖν. ὅπερ οὐδ’ αὐτόν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει. Ἀφ' ἧς τε φοπᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλἂς εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι, διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεὶσθαι καταβῆναι αὐτῶν. p. 292. — — ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει, μεταξὺ δὲ ταύτης, τῆς τε νῦν γεγραμμένης λέξεως καὶ ἦς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηφὲν ὅλως ὑπερβαίνειν δοκεῖεν· ἔχει δὲ ὦδε. Τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομένων πολλῶν ποιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γὰρ ὅμοιον εἰμεῖν, ὅτι ἡμέρα ἐστί, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. Τοῦτο τὸ ἀνεμεῖν· ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι καὶ ἐκπτύσαι καὶ ἐκβαλεῖν καὶ ἀποῤῥῖψαι καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῶναι μοχθηρῶν etc.