Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Plinius Not. Hist. XXX 103. Chrysippus philosophus tradidit phryganion adalligatum remedio esse quartanis. quod esset animal neque ille descripsit nec nos invenimus qui novisset. demonstrandum tamen fuit a tam gravi auctore dictum, si cuius cura efficacior esset inquirendi.
Cicero de legibus I 8, 24. Nam cum de natura hominis quaeritur, disputari solet — — perpetuis cursibus conversionibus⟨que⟩
caelestibus exstitisse quandam maturitatem serendi generis humani; quod sparsum in terras atque satum divino auctum sit animorum munere.Origenes contra Celsum I 37 Vol. I p. 89, 1 Kö. (p. 355 Delarue). καὶ κατ’ αὐτοὺς δὲ τοὺς Ἕλληνας οὐ πάντες ἄνθρωποι ἐξ ἀνδρὸς καὶ γυναικὸς ἐγένοντο· εἰ γὰρ γενητός ἐστιν ὁ κόσμος, ὡς καὶ πολλοῖς Ἑλλήνων ἤρεσεν, ἀνάγκη τοὺς πρώτους μὴ ἐκ συνουσίας γεγονέναι, ἀλλ’ ἀπὸ γῆς, σπερματικῶν λόγων συστάντων ἐν τῇ γῇ.
Philo quaest. et solut. in Genesin III 48 (p. 222 Aucher). Porro magis naturalius instruit eos, qui se causam generationis existimant, vix animum referentes ad videndum genitorem universorum. lpse enin est verus ac verax pater, nos autem, qui genitores dicimur, instrumenta sumus ad serviendum generationi. Quoniam sicut in mira similitudine omnia, quae vident, inanimata sunt, quod vero nervos corroborat, invisibile quidem est, ipsum tamen causa exsistit virtutis motusque visus, simili modo ex sempiterno invisibilique spatio extendit virtutes conditor universorum, nos autem tamquam miracula nervis corroboramur ad id, quod ad nos attinet, semen et generationem; nisi velimus etiam fistulam putare per se flatam esse, non vero ab artifice distributam ad harmoniae productionem, qua instrumentum in servitium ac opus necessarium fuit constructum.
Diogenes Laërt. VII 158. σπέρμα δὲ λέγουσιν εἶναι τὸ οἷόν τε γεννᾶν τοιαῦτα ἀφ’ οἵου καὶ αὐτὸ ἀπεκρίθη. ἀνθρώπου δὲ σπέρμα, ὃ μεθίησιν ὁ ἄνθρωπος μεθ’ ὑγροῦ, συγκιρνᾶσθαι τοῖς τῆς ψυχῆς μέρεσι κατὰ μιγμὸν τοῦ τῶν προγόνων λόγου. εἶναι δὲ αὐτὸ Χρύσιππός φησιν ἐν τῇ δευτέρᾳ τῶν φυσικῶν πνεῦμα κατὰ τὴν οὐσίαν, ὡς δῆλον ἐκ τῶν εἰς τὴν γῆν καταβαλλομένων σπερμάτων, ἃ παλαιωθέντα οὐκέτι φύεται, ὡς δῆλον διαπεπνευκυίας αὐτοῖς τῆς δυνάμεως.
Galenus defin. medicae 94 Vol. XIX p. 370 K. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεννᾶν οἷον ἀφ’ οὗ καὶ ἀφείθη. — — ὁ δὲ Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο· σπέρμα ἐστὶν ἀνθρώπου ὃ μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ αὐτὸ συμμιχθὲν ἀπεκρίθη. ibid. 439. τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊκοὺς ὃ μεθίησι τὸ ζῷον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος.
Galenus de foet. format. 6. K. IV 699 ed. Bas. I 221. μάλιστα δ’ ἄν τις θαυμάσειε τὴν πρὸς τοὺς γεννήσαντας ὁμοιότητα τῶν ἐκγόνων, ὅπως γίγνεται· φαίνεται γὰρ πάλιν ἡ διαπλάττουσα τὸ σῶμα ψυχὴ παρὰ τῶν γονέων εἰς τὸ κυούμενον ἥκειν, ὡς ἐν τῷ σπέρματι περιεχομένη. — — Καὶ πού τινες αὐτῶν οὐχ ὕλην ἀλλ’ ὄργανον ὑπάρχειν αὐτῆς τὸ σπέρμα φασίν, ὕλην γὰρ εἶναι τὸ τῆς μητρὸς αἷμα, λεγόντων ἑτέρων (scil. τῶν
Στωϊκῶν) τἀναντία· δοκεῖ γὰρ αὐτοῖς ὁ τεχνίτης αὐτὸς εἶναι τὸ σπέρμα, τισὶ μὲν ὅλον, ἐνίοις δὲ τὸ περιεχόμενον ἐν αὐτῷ πνεῦμα. καί μοι περὶ τούτων ἰδίᾳ γέγραπται κατά τι βιβλίον, ἐν ᾧ περὶ τῶν ὑπὸ Χρυσίππου λεγομένων ἐν τοῖς περὶ ψυχῆς αὐτοῦ γράμμασιν ἐπισκέπτομαι. Cf. ibid. K. 700. τὴν ἐν τῷ σπέρματι ψυχήν, φυτικὴν μὲν ὑπὸ τῶν περὶ τὸν Ἀριστοτέλην καλουμένην, ἐπιθυμητικὴν δὲ ὑπὸ Πλάτωνος, ὑπὸ δὲ τῶν Στωϊκῶν οὐδὲ ψυχὴν ὅλως, ἀλλὰ φύσιν, ἡγουμένων διαπλάττειν τὸ ἔμβρυον οὐ μόνον οὐκ οὖσαν σοφήν, ἀλλὰ καὶ παντάπασιν ἄλογον etc.Plutarchus de comm. not. cp. 35 p. 1077b. ᾗ καί φασιν (scil. Stoici) τὸ μὲν σπέρμα ⟨διὰ⟩ τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ 'σπείρασιν’ ὠνομάσθαι, τὴν δὲ 'φύσιν’ ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπ’ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν.
Philo de mundi opificio § 67 Vol. I p. 22, 13 Wendl. Τὸ σπέρμα τῶν ζῴων γενέσεως ἀρχὴν εἶναι συμβέβηκε. Τοῦτο ὡς ἔστι φαυλότατον, ἐοικὸς ἀφρῷ θεωρεῖται· ἀλλ’ ὅταν εἰς τὴν μήτραν καταβληθὲν ἐνστηρίσῃ, κίνησιν εὐθὺς λαβὸν εἰς φύσιν τρέπεται. Φύσις δὲ βελτίων σπέρματος, ἐπεὶ καὶ κίνησις ἠρεμίας ἐν γενητοῖς. Ἡ δὲ οἷα τεχνίτης ἢ κυριώτερον εἰπεῖν ἀνεπίληπτος τέχνη ζῳοπλαστεῖ τὴν μὲν ὑγρὰν οὐσίαν εἰς τὰ τοῦ σώματος μέλη καὶ μέρη διανέμουσα, τὴν δὲ πνευματικὴν εἰς τὰς τῆς ψυχῆς δυνάμεις, τήν τε θρεπτικὴν καὶ τὴν αἰσθητικήν.
Origenes in evang. Ioannis XX 2. Καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα [τινὰς] ἔχει τοὺς λόγους τοῦ σπείραντος ἐν ἑαυτῷ, ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους· τὸ δὲ τέκνον, μεταβαλόντος τοῦ σπέρματος καὶ ἐργασαμένου τὴν παρακειμένην αὐτῷ ὕλην, ἀπὸ τῆς γυναικὸς καὶ τῶν ἐπισυναγομένων τροφῶν μορφωθὲν καὶ εἰς γένεσιν εὐτρεπισθὲν ὑφίσταται.
Origenes in evang. Ioannis XX 5. Ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων· ἐπεὶ γὰρ ἔχει ἐν ἑαυτῷ προγονικούς τε καὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν κρατεῖ ὁ αὐτοῦ λόγος καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος ἢ τοῦ πατρὸς τοῦ σπείραντος ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος· παρ’ ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ τοῖσδε. Ἔστι δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων ἕως ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων.
Scholia in Hom. Iliad. Φ 483. ἐπειδὴ κατὰ μὲν τὰς πανσελήνους νύκτας, ὥς φησι Χρύσιππος, εὐτοκώταται γίνονται αἱ γυναῖκες, κατὰ δὲ σκοτομηνίας δύστοκοι ἄγαν. Scholia Genevensia I p. 210 Nicole. Χρύσιππος ἐν τῷ περὶ ἀρχαίας φυσικῆς δεικνὺς ὅτι σελήνη ἡ Ἄρτεμις καὶ τὰ περὶ τόκους δὲ εἰς αὐτὴν ⟨ἀναφέρων, λέγει ἐν⟩ ταῖς πανσελήνοις οὐ μόνον τὰς γυναῖκας εὐτοκωτάτας εἶναι, ἀλλὰ γίγνεσθαι ⟨ῥᾳδίως τὰ ζῷα⟩ πάντα.