Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Stobaeus ecl. I p. 233 9 W. Χρύσιππος ἀστραπὴν ἔξαψιν νεφῶν ἐκτριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, βροντὴν δ’ εἶναι τὸν τούτων ψόφον· ἅμα δὲ γίνεσθαι ἐν τῷ ἀέρι βροντήν τε καὶ ἀστραπήν, πρότερον δὲ τῆς ἀστραπῆς ἀντιλαμβάνεσθαι ἡμᾶς διὰ τὸ τῆς ἀκοῆς ὀξυτέραν εἶναι τὴν ὅρασιν· ὅταν δ’ ἡ τοῦ πνεύματος φορὰ σφοδροτέρα γένηται καὶ πυρώδης, κεραυνὸν ἀποτελεῖσθαι, ὅταν δ’ ἄθρουν ἐκπέσῃ τὸ πνεῦμα καὶ ἧττον πεπυρωμένον, πρηστῆρα γίγνεσθαι, ὅταν δ’ ἔτι ἧττον ᾖ πεπυρωμένον τὸ πνεῦμα, τυφῶνα (DDG p. 369b, 34 Aët. Plac. III 3, 13).

Diogenes Laërt. VII 153. ἀστραπὴν δὲ ἔξαψιν νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, ὡς Ζήνων ἐν τῷ περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατρίψεως ἢ ῥήξεως· κεραυνὸν δὲ ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων· οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐῤῥωγότος νέφους· πρηστῆρα νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος.

Aëtius Plac. III 3, 12. Οἱ Στωϊκοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δὲ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν.

Ioannes Laurentius Lydus de ostentis 7 p. 12 ed. Wachsmuth. ὥστε πολλὴ κοινωνία ταῖς διοσημείαις πρὸς τὰ γήϊνα, κἂν τοῖς ἀπὸ τῆς Στοᾶς μὴ δοκῇ.

Aëtius Plac. III 15, 2. Οἱ δὲ Στωϊκοί φασι· σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον.

Aëtius Plac. V 26, 3. Οἱ Στωϊκοὶ δὲ καὶ Ἐπικούρειοι οὐκ ἔμψυχα (τὰ φυτὰ scil.). τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κινεῖσθαι, οὐ διὰ ψυχῆς. Cf. Theodoret V, 25 p. 73, 39

Themistius paraphr. in Aristot. de anima II, 2 p. 83 Sp. μέσος τοίνυν Πλάτωνος καὶ τῶν ἀπὸ τῆς Στοᾶς Ἀριστοτέλης, ἔμψυχα μὲν τὰ φυτὰ λέγων, ζῷα δὲ μή· ἐκείνων δὲ ὁ μὲν ἄμφω, οἱ δὲ οὐδέτερον.

Galenus de Hipp. et Plat. plac. VI (509 M. 561 K.). οἱ δὲ Στωϊκοὶ οὐδὲ ψυχὴν ὅλως ὀνομάζουσι τὴν τὰ φυτὰ διοικοῦσαν, ἀλλὰ φύσιν.

Alexander Aphrod. de anima libri mant. p. 118, 12 Bruns. ὅτι γὰρ τὸ φυτικὸν ψυχή ἐστι καὶ ψυχῆς μέρος καὶ δύναμις, οὗ μόρια τὸ θρεπτικὸν καὶ τὸ αὐξητικὸν καὶ γεννητικόν, ἀλλὰ οὐκ, ὥς τινές φασιν, φύσις δείξομεν.

Galenus de foetuum formatione 3. K. IV p. 665. καὶ μέντοι καὶ περὶ τῆς τῶν φυτῶν γενέσεως ἐσκέφθαι τι χρὴ πρότερον· ἐκ γὰρ τῶν εἰς ταῦτα ἀναγκαίων ἕν ἐστι καὶ τὸ γιγνώσκειν, ὁποίων τε καὶ ὁπόσων δεῖται τὸ κύημα, μέχρις ἂν ὑπὸ μιᾶς διοικῆται ψυχῆς, ὡς τὰ φυτά. Καλοῦμεν δὲ τὴν ψυχὴν ταύτην, ὅταν μὴ περὶ τούτου προκείμενον ᾖ σκοπεῖν, τῷ κοινῷ πάσης οὐσίας προσρήματι φύσιν ὀνομάζοντες, ὃ κἀν ταῖς ἀκριβέσι σκέψεσιν οἱ περὶ Χρύσιππον ἐφύλαξαν etc.

Philo de mundi opificio § 43 Vol. I p. 13, 21 Wendl. Ἀλλ’ οὐ μόνον ἦσαν οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς σπερματικὰς οὐσίας περιέχουσαι, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί, δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις.

Clemens Al. Stromat. II p. 487 Pott. Τῶν γὰρ κινουμένων ἃ μὲν καθ’ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα· τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα· κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασὶν εἰς αὔξησιν, εἰ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά. Ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυοῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα· ἡ λογικὴ δὲ δύναμις ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.