Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Servius ad Verg. Aeneid. X 272. cometae autem latine crinitae appellantur. et Stoici dicunt has stellas esse ultra XXXII.

Diogenes Laërt. VII 152. ἶριν δὲ εἶναι αὐγὰς ἀφ’ ὑγρῶν νεφῶν ἀνακεκλασμένας (additur accuratior Posidonii explicatio). κομήτας τε καὶ πωγωνίας καὶ λαμπαδίας πυρὰ εἶναι ὑφεστῶτα πάχους ἀέρος εἰς τὸν αἰθερώδη τόπον ἀνενεχθέντος σέλας δὲ πυρὸς ἀθρόου ἔξαψιν ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος.

Diogenes Laërt. VII 151. τῶν δὲ ἐν ἀέρι γινομένων χειμῶνα μὲν εἶναί φασι τὸν ὑπὲρ γῆς ἀέρα κατεψυγμένον διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον· ἔαρ δὲ τὴν εὐκρασίαν τοῦ ἀέρος κατὰ τὴν πρὸς ἡμᾶς πορείαν. θέρος δὲ τὸν ὑπὲρ γῆς ἀέρα καταθαλπόμενον τῇ τοῦ ἡλίου πρὸς ἄρκτον πορείᾳ, μετόπωρον δὲ τῇ παλινδρομίᾳ τοῦ ἡλίου ἀφ’ ἡμῶν γίνεσθαι. Stobaeus ed. I p. 106, 24 W. Χρυσίππου (cf. n. 509). —  — Ἔαρ δὲ ἔτους ὥραν κεκραμένην ἐκ χειμῶνος ἀπολήγοντος καὶ θέρους ἀρχομένου· ἢ τὴν μετὰ χειμῶνα ὥραν πρὸ θέρους. Θέρος δὲ ὥραν ἔτους τὴν μάλισθ’ ὑφ’ ἠλίου διακεκαυμένην. Μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος μέν, πρὸ χειμῶνος δὲ κεκραμένην. Χειμῶνα δὲ ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. γίνεσθαι δὲ ἰσημερίας δύο καθ’ ἕκαστον ἐνιαυτὸν καὶ τροπὰς δύο·

ἰσημερίας μέν, ὅταν ἡ νὺξ καὶ ἡ ἡμέρα ἴσαι ὦσι· τούτων δὲ τὴν μὲν ἔαρι γίγνεσθαι, τὴν δὲ μετοπώρῳ· τῶν δὲ τροπῶν τὰς μὲν θέρους, τὰς δὲ χειμῶνος (Arii Didymi fr. phys. 26 Diels).

Philo de provid. II § 78 (p. 96 Aucher). Dierum autem noctiumque inaequalitatem Sol producit, inaequaliter ac varia lege circumactus et per accessum secessumque aestates, hiemes et aequinoctia peragens, quae sunt tempora annua nascendi, crescendi, perfectionis omnium sub caelo causa.

Philo de animal. sacrif. idon. Vol. II. Mang. p. 243. ἔπειτα ἀέρος καὶ τῶν κατ’ αὐτὸν μεταβολῶν. Χειμὼν γὰρ καὶ θέρος ἔαρ τε καὶ μετόπωρον, αἱ ἐτήσιοι καὶ βιωφελέσταται ὧραι, παθήματα ἀέρος γεγόνασιν, ἐπὶ σωτηρίᾳ τῶν μετὰ σελήνην τρεπομένου.

Aëtius Plac. III 8, 1. Ἐμπεδοκλῆς καὶ οἱ Στωϊκοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται.

Aëtius Plac. III 7, 2. Οἱ Στωϊκοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν τόπων δὲ παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν ⟨δὲ⟩ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δὲ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δὲ ἀπὸ τῶν νοτίων λίβα.

Diogenes Laërt. VII 152. ⟨τοὺς δὲ ἀνέμους ἀέρος εἶναι ῥύσεῖς· παραλλαττούσας δὲ τὰς ἐπωνυμίας γίνεσθαι⟩ παρὰ τοὺς τόπους, ἀφ’ ὧν ῥέουσι. τῆς δὲ γενέσεως αὐτῶν αἴτιον γίνεσθαι τὸν ἥλιον ἐξατμίζοντα τὰ νέφη.

Cicero de divin. II 44. Placet enim Stoicis eos anhelitus terrae, qui frigidi sint, cum fluere coeperint, ventos esse; cum autem se in nubem induerint eiusque tenuissimam quamque partem coeperint dividere atque disrumpere idque crebrius facere et vehementius, tum et fulgores et tonitrua existere: si autem nubium conflictu ardor expressus se emiserit, id esse fulmen.

Scholia Hesiod. Theog. v. 148. Κόττος τε Βριάρεώς τε Γύγης θ'. —  — οὗτοι δὲ λέγονται ἐκνεφίαι ἄνεμοι· εἰσὶ δὲ ἁρπακτικοὶ πάντες. διὰ τοῦτο καὶ ἑκατόγχειρες μυθικῶς, διὰ τὸ ὁρμητικὸν τῆς μάχης. Κόττος, Βριάρεως καὶ Γύγης οἱ τρεῖς καιροί εἰσιν· Κόττος ἡ ὀργὴ τοῦ καύματος ἤγουν ὁ θερινός· Βριάρεως τὸ ἔαρ, παρὰ τὸ βρύειν καὶ αὔξεσθαι τὰ φυτά. Γύγης δὲ ὁ χειμερινὸς καιρός. οὓς καὶ ἑκατόγχειρας καλεῖ διὰ τὸ πολλὰς ἐνεργείας ἔχειν.

Stobaeus ecl. I p. 245, 23 W. Χρυσίππου. Χρύσιππος ἔφησε τὴν ὁμίχλην νέφος διακεχυμένον, ἢ ἀέρα πάχος ἔχοντα· δρόσον δὲ ἐξ

ὁμίχλης καταφερόμενον ὑγρόν· ὑετὸν δὲ φορὰν ὕδατος ἐκ νεφῶν· ὄμβρον δὲ λάβρου ὕδατος καὶ πολλοῦ ἐκ νεφῶν φοράν· χάλαζαν δὲ ὑετοῦ πεπηγότος διάθρυψιν· χιόνα δὲ νέφος πεπηγὸς ἢ νέφους πῆξιν· τὸ δ' ἐπὶ τῆς γῆς πεπηγὸς ὕδωρ κρύσταλλον· πάχνην δὲ δρόσον πεπηγυῖαν (Diels Arii Didymi epit. phys. fragm. 35).

Diogenes Laërt. VII 153. ὑετὸν δὲ ἐκ νέφους μεταβολὴν εἰς ὕδωρ, ἐπειδὰν ἢ ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφ’ ἡλίου μὴ τυγχάνῃ κατεργασίας. καταψυχθὲν δὲ τοῦτο πάχνην καλεῖσθαι. χάλαζαν δὲ νέφος πεπηγός, ὑπὸ πνεύματος διαθρυφθέν. χιόνα δὲ ὑγρὸν ἐκ νέφους πεπηγότος (Posidonius).