Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Aëtius Plac. III 9, 3. Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην.

Aëtius Plac. III 10, 1. Θαλῆς καὶ οἱ Στωϊκοὶ καὶ οἱ ἀπ’ αὐτῶν σφαιροειδῆ τὴν γῆν.

Diogenes Laërt. VII 156. ζῶναί τε ἐπὶ τῆς γῆς εἰσι πέντε· πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος. δευτέρα εὔκρατος· τρίτη ἀοίκητος ὑπὸ καύματος, ἡ διακεκαυμένη καλουμένη· τετάρτη ἡ ἀντεύκρατος· πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.

Diogenes Laërt. VII 144. τῶν δὲ ἄστρων τὰ μὲν ἀπλανῆ συμπεριφέρεσθαι τῷ ὅλῳ οὐρανῷ, τὰ δὲ πλανώμενα κατ’ ἰδίας κινήσεις

κινεῖσθαι. τὸν δὲ ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζῳδιακοῦ κύκλου· ὁμοίως καὶ τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ (Posidonius) καὶ μείζονα τῆς γῆς (Posidonius) ἀλλὰ καὶ σφαιροειδῆ (Posidonius) ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ· μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ’ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀποτελεῖν τὸ μείζονα εἶναι σημαίνει· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ μέγεθος. γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν. τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον ἐκ τῆς μεγάλης θαλάττης νοερὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν, (Posidonius) τὰ δ’ ἄλλα ἀπὸ τῆς γῆς. δοκεῖ δὲ αὐτοῖς σφαιροειδῆ εἶναι καὶ τὰ ἄστρα καὶ τὴν γῆν, ἀκίνητον οὖσαν. τὴν δὲ σελήνην οὐκ ἴδιον ἔχειν φῶς, ἀλλὰ παρ’ ἡλίου λαμβάνειν ἐπιλαμπομένην. ἐκλείπειν δὲ τὸν μὲν ἥλιον ἐπιπροσθούσης αὐτῷ σελήνης κατὰ τὸ πρὸς ἡμᾶς μέρος (Zeno ἐν τῷ περὶ τοῦ ὅλου). φαίνεται γὰρ ὑπερχομένη ταῖς συνόδοις καὶ ἀποκρύπτουσα αὐτὸν καὶ πάλιν παραλλάττουσα. γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης ὕδωρ ἐχούσης.

Diogenes Laërt. VII 155. κύκλους δὲ εἶναι ἐν τῷ οὐρανῷ πέντε, ὧν πρῶτον ἀρκτικὸν ἀεὶ φαινόμενον, δεύτερον τροπικὸν θερινόν, τρίτον ἰσημερινόν, τέταρτον χειμερινὸν τροπικόν, πέμπτον ἀνταρκτικὸν ἀφανῆ. λέγονται δὲ παράλληλοι. καθότι οὐ συννεύουσιν εἰς ἀλλήλους· γράφονται μέντοι περὶ τὸ αὐτὸ κέντρον. ὁ δὲ ζῳδιακὸς λοξός ἐστιν ὡς ἐπιὼν τοὺς παραλλήλους.

Stobaeus I p. 214, 1 W. Χρύσιππος τὸν ἥλιον εἶναι τὸ ἀθροισθὲν ἔξαμμα νοερὸν ἐκ τοῦ τῆς θαλάσσης ἀναθυμιάματος, σφαιροειδῆ δὲ εἶναι τῷ σχήματι (Diels Arii Didymi epitom. phys. fragm. 33).

Achilles Isagoge 14 p. 139 in Petav. Uranol. σχῆμα δὲ αὐτοῦ (scil. τοῦ ἡλίου) οἱ μὲν δισκοειδές, Ἡράκλειτος δὲ σκαφοειδές. Στωϊκοὶ δὲ σφαιροειδὲς εἶναι λέγουσι.

Aëtius Plac. II 22, 3. Οἱ Στωϊκοὶ σφαιροειδῆ (τὸν ἥλιον) ὡς τὸν κόσμον καὶ τὰ ἄστρα.

Aëtius Plac. II 20, 4. Οἱ Στωϊκοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης τὸν ἥλιον. Cf. ibid 16 Hecataeum (Milesium).

Scholia in Dionys. Thrac. p. 668 Bekker Anecd. Gr. II. Ἔτι δεῖ τὸν ὅρον καὶ τοῖς μὴ πάνυ λογίοις δηλοῦν, τίνος ἐστὶν ὁ ὅρος, οὐχ ὥσπερ οἱ Στωϊκοὶ ὁριζόμενοι τὸν ἥλιον λέγουσιν ὅτι ἥλιός ἐστιν ἄναμμα νοερὸν θαλασσίων ὑδάτων.

Servius ad Verg. Georg. I 249. Redit a nobis: i. e. ad illos. et hoc secundum Stoicos qui dicunt Solem vicissim per utrumque emisphaerium ire et alternis noctem facere.

Aëtius Plac. II 23, 5. Οἱ Στωϊκοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἥλιον· ὠκεανὸς δέ ἐστιν ἢ γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται.

Servius ad Verg. Aeneid. I 607. pasci autem aquis marinis sidera, id est ignes caelestes, physici docent. —  — quidam radios solis pasci asserunt humore terreno.

Commenta Lucani Lib. VII 15 p. 220 Us. Non pabula flammis: ut Stoici colligunt, ex nubibus flagrantia solis accenditur.

Alexander Aphrod. in Aristot. Meteorol. f. 92b ed. Ven. διὸ καὶ γελοῖοι πάντες ὅσοι τῶν πρότερον ὑπέλαβον τὸν ἥλιον τρέφεσθαι τῷ ὑγρῷ. καὶ διὰ τοῦτ’ ἔνιοι καί φασι ποιεῖσθαι τὰς τροπὰς αὐτόν. οὐ γὰρ ἀεὶ τοὺς αὐτοὺς δύνασθαι τόπους παρασκευάζειν αὐτῷ τροφήν. ἀναγκαῖον δ’ εἶναι τοῦτο συμβαίνειν περὶ αὐτὸν ἢ φθείρεσθαι. καὶ γὰρ τὸ φανερὸν πῦρ, ἕως ἂν ἔχῃ τροφήν, μέχρι τούτου ζῆν. τὸ δ’ ὑγρὸν τῷ πυρὶ τροφὴν εἶναι μόνον, ὥσπερ ἀφικνούμενον μέχρι πρὸς τὸν ἥλιον τὸ ἀναγόμενον τοῦ ὑγροῦ, ἢ τὴν ἄνοδον τοιαύτην οὖσαν, οἵανπερ τῇ γινομένῃ φλογί. δι’ ἧς τὸ εἰκὸς λαβόντες οὕτω καὶ περὶ τοῦ ἡλίου ὑπέλαβον. Cf. ibid. f. 93a.

Scholia Hesiod. Theog. v. 276. Σθεινώ τ’ Εὐρυάλη τε. τὸ δυνατὸν καὶ κατάμηκες πέλαγός φησι, Μέδουσαν δὲ τὴν λεπτοτάτην οὐσίαν. Περσέα δὲ τὸν ἥλιον καλεῖ τὸν πρὸς ἑαυτὸν ἕλκοντα τὴν ἰκμάδα ὡς ἀποτέμνοντα αὐτήν, παρὰ τὸ περισσῶς σεύειν τουτέστιν ὁρμᾶν· καί φησιν ὅτι ὁ ἥλιος κινούμενος τῇ οὐρανίῳ φορᾷ τὴν μὲν Σθείνω καὶ τὴν Εὐρυάλην ἤγουν τὸ δυνατὸν καὶ κατάμηκες πέλαγος τῆς θαλάσσης οὐκ ἀναιρεῖ ἤγουν οὐκ ἀνιμᾶται, τὴν δὲ Μέδουσαν ὡς θνητὴν ἀναιρεῖ ἤγουν τὸ βασιλικώτατον καὶ λεπτό⟨τατο⟩ν τῇ κινήσει τῇ ἑαυτοῦ ἀνιμᾶται. ὁρμᾷ δὲ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ὁ Πήγασος. ἀνιμωμένου γὰρ τοῦ ἡλίου καὶ τοῦ ἀέρος τὸ κεφαλαιῶδες καὶ ἀτμῶδες, συμβαίνει τὸ βαρύτατον ἀναφερόμενον καταπηγάζειν καὶ χέεσθαι.

Plutarchus de Iside et Osiride cp. 41 p. 367 e. οἱ δὲ Στωϊκοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.

Philo de confus. linguarum § 156 Vol. II p. 259, 2. ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον. Μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς, ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστώς, ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων, αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα, τῇ μὲν ἀλεαίνει τῇ δὲ καταφλέγει. Τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ.

Plutarchus de comm. not. cp. 45 p. 1084c. Καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτ’ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες, ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος· Οὐχ ἡ μὲν νύξ σῶμά ἐστιν, ἡ δὲ ἐσπέρα καὶ ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματα οὐκ ἔστιν· οὐδὲ ἡ μὲν ἡμέρα σῶμά ἐστιν, οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα, καὶ ἡ δεκάτη καὶ

πεντεκαιδεκάτη καὶ ἡ τριακάς, καὶ ὁ μὴν σῶμά ἐστι, καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός.

Aëtius Plac II 26, 1. οἱ Στωϊκοὶ μείζονα τῆς γῆς ἀποφαίνονται (τὴν σελ.) ὡς καὶ τὸν ἥλιον.