Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Simplicius in Aristot. Phys. p. 886, 11 Diels. τοῦτο δὲ τὸ ζήτημα
τῇ τῶν Στωϊκῶν ἐστι μᾶλλον ἁρμόττον παλιγγενεσίᾳ· λέγοντες γὰρ ἐκεῖνοι τὸν αὐτὸν ἐμὲ πάλιν γίνεσθαι ἐν τῇ παλιγγενεσίᾳ, ζητοῦσιν εἰκότως πότερον εἷς εἰμι τῷ ἀριθμῷ ὁ νῦν καὶ τότε, διὰ τὸ τῇ οὐσίᾳ εἶναι ὁ αὐτός, ἢ τῇ κατατάξει τῇ εἰς ἄλλην καὶ ἄλλην κοσμοποιΐαν διαφοροῦμαι.Origenes contra Celsum IV 12 Vol. I p. 282, 9 Kö. (p. 508 Delarue). ὅτι ἀρχαιότατοι ἄνδρες γενόμενοι Μωυσῆς καί τινες τῶν προφητῶν οὐ παρ’ ἑτέρων εἰλήφασι τὰ περὶ τῆς τοῦ κόσμου ἐκπυρώσεως, ἀλλ’ (εἰ χρὴ ἐπιστήσαντα τοῖς χρόνοις εἰπεῖν) μᾶλλον τούτων ἕτεροι παρακούσαντες καὶ μὴ ἀκριβώσαντες τὰ ὑπὸ τούτων λεγόμενα ἀνέπλασαν κατὰ περιόδους ταυτότητας καὶ ἀπαραλλάκτους τοῖς ἰδίως ποιοῖς καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς ⟨κόσμους⟩· ἡμεῖς δὲ οὔτε τὸν κατακλυσμὸν οὔτε τὴν ἐκπύρωσιν κύκλοις καὶ ἀστέρων περιόδοις ἀνατίθεμεν.
Origenes de principiis (interpr. Rufino) II cp. 3 p. 81 ed. Delarue. Iam vero qui indissimiles sibi mundos ac per omnia pares aliquando evenire confirmant, nescio quibus id possint asserere documentis. (Hanc sententiam cum liberi arbitrii doctrina pugnare Origenes contendit). Non enim cursu aliquo in eosdem se circulos post multa saecula. revolvente aguntur animae, ut hoc aut illud vel agant vel capiant etc.
Clemens Al. Stromat. V 1 p. 649 Pott. οἶδεν γὰρ καὶ οὗτος (scil. Heraclitus) τὴν διὰ πυρὸς κάθαρσιν — — ἣν ὕστερον ἐκπύρωσιν ἐκάλεσαν οἱ Στωϊκοί. καθ’ ὃν καὶ τὸν ἰδίως ποιὸν ἀναστήσεσθαι δογματίζουσι.
Hieronymus ep. 96 (ex Theophilo latine reddita). Nec quisquam hominum crebrius moritur, quod Origenes ausus est scribere, Stoicorum impiissimum dogma diinarum cupiens scripturarum auctoritate firmare.
Plutarchus de defectu oraculorum cp. 29. Καὶ μὴν τά γε ἄλλα τῶν Στωϊκῶν τίς ἂν φοβηθείη, πυνθανομένων πῶς εἱμαρμένη μία μένει καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ Ἡλίους καὶ Σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν.
Diogenes Laërt. VII 142, 143. ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμφυχον καὶ νοερὸν καὶ Χρύσιππός φησιν ἐν πρώτῳ περὶ Προνοίας καὶ Ἀπολλόδωρός φησιν ἐν τῇ φυσικῇ καὶ Ποσειδώνιος· ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἔμψυχον αἰσθητικήν. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττον· οὐδὲν δὲ τοῦ κόσμου κρεῖττον. ζῷον ἄρα ὁ κόσμος. ἔμψυχον δέ, ὡς δῆλον ἐκ τῆς ἡμετέρας ψυχῆς ἐκεῖθεν οὕσης ἀποσπάσματος.
Diogenes Laërt. VII 138. τὸν δὴ κόσμον οἰκεῖσθαι κατὰ νοῦν καὶ πρόνοιαν, καθά φησι Χρύσιππος ἐν τοῖς περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῇ ιγʹ περὶ θεῶν, εἰς ἅπαν αὐτοῦ μέρος διήκοντος τοῦ νοῦ, καθάπερ ἐφ’ ἡμῶν τῆς ψυχῆς· ἀλλ’ ἤδη δι’ ὧν μὲν μᾶλλον δι’ ὧν δὲ ἧττον. δι’ ὧν μὲν γὰρ ὡς ἕξις κεχώρηκεν, ὡς διὰ τῶν ὀστῶν καὶ τῶν νεύρων, δι’ ὧν δὲ ὡς νοῦς, ὡς διὰ τοῦ ἡγεμονικοῦ. οὕτω δὴ καὶ τὸν ὅλον κόσμον, ζῷον ὄντα καὶ ἔμψυχον καὶ λογικόν, ἔχειν ἡγεμονικὸν μὲν τὸν αἰθέρα — — - ὃν καὶ πρῶτον θεὸν λέγουσιν, †† αἰσθητικῶς ὥσπερ κεχωρηκέναι διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἀπάντων καὶ φυτῶν· διὰ δὲ τῆς γῆς αὐτῆς καθ’ ἕξιν.
Philo quaest. et solut. in Genesin IV 188 (p. 397 Aucher). Itidem universum caelum et mundus (scil. non mixtam tristitiae aeternam habet laetitiam), quoniam animal est et rationale et animans virtute praeditus et natura philosophus; atque eandem ob causam tristitia et timore carens plenusque gaudii. Immo dicitur, quod et ipse pater et creator universorum perpetuo in vita sua exsultat et ludit, gaudens condecenti divinum iocum iucunditate, nec opus habens ullius nec ullo modo indigens, sed ipse in se ipso laetiicatus atque in suis virtutibus mundisque a se conditis.
Philodemus de pietate c. 14 (DDG p. 548b, 13). τὰ παραπλήσια δὲ κἀν τοῖς περὶ Φύσεως γράφει, μεθ’ ὧν εἴπαμεν? καὶ τοῖς Ἡρακλείτου συνοικειῶν. καὶ δὴ? κἀν τῷ πρώτῳ τὴν νύκτα θεάν φησιν εἶναι πρωτίστην. ἐν δὲ τῷ τρίτῳ τὸν κόσμον ἕνα τῶν φρονίμων, συνπολειτευόμενον θεοῖς καὶ ἀνθρώποις, καὶ τὸν πόλεμον καὶ τὸν Δία τὸν αὐτὸν εἶναι, καθάπερ καὶ τὸν Ἡράκλειτον λέγειν· ἐν δὲ τῷ πέμπτῳ καὶ λόγους ἐρωτᾷ περὶ τοῦ τὸν κόσμον ζῷον εἶναι καὶ λογικὸν καὶ φρονοῦν καὶ θεόν. Philo de incorrupt. mund. 246, 10 B. ἐπεὶ καὶ οἱ φθείροντες αὐτὸν λογικὸν εἶναι ὑπονοοῦσιν.
Seneca cp. 92, 30. Quid est autem, cur non existimas in eo divini aliquid existere, qui dei pars est? totum hoc, quo continemur, et unum est et deus: et socii sumus eius et membra.
[Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 1 Vol. XIX p. 160 K. ἴδωμεν οὖν εἰ ζῷόν ἐστιν ὁ κόσμος καί, εἴ γε τὴν ἀρχὴν ⟨μὴ⟩ ἐγένετο, εἶτ’ αὗ πάλιν τὴν ὁλόκληρον ἐπέσχε φύσιν. κόσμος τοίνυν ἐστὶν σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ φύσεων. ***** καὶ ὕδατος καὶ ἀέρος καὶ τὸ διῆκον ἔχον διὰ πάντων αὐτῶν ἀρχηγὸν καὶ πρωτόγονον πνεῦμα, ὅπερ καλοῦσι παῖδες φιλοσόφων ἢ ψυχὴν ἢ μονάδα [ἢ ἄτομον] ἢ πῦρ ἢ ὁμωνύμως
τῷ γένει πνεῦμα τὸ πρῶτον. ταῦτα δὲ ἦν μὲν καὶ πρὸ τοῦ αὐτὸν ταύτην ἔχειν τὴν ἐπωνυμίαν· ἀλλὰ τότε μὲν ἄκριτα ἦν ⟨καὶ⟩ ἀδιάλλακτα καί, ὥς φασί τινες, ὕλην εἶχε τοὔνομα, κόσμον δὲ νῦν, διὰ τὸ ποιεῖν ἐμμελῶς καὶ εὐτάκτως καὶ ὡς ἂν ἐν ῥυθμῷ καὶ κόσμῳ ποιεῖσθαι τὴν κίνησιν. — — ἐξ ὅλων μὲν οὖν ὁ κόσμος ὅλος ἥρμοσται καὶ ἐκ τελείων τέλειος καὶ ἐξ αὐτοτελῶν ἀνενδεής· καὶ ἦν καὶ ἔσται κινούμενον ζῷον. ἀλλὰ τότε μὲν ⟨ἐν⟩εσπαρμένην καὶ τὴν τοῦ παντὸς ἔχουσαν λόγον δύναμιν ἐκέκτητο, διακριθεὶς δὲ καὶ τοῦ σκότους προελθὼν τὴν οἰκείαν τῶν σπερμάτων ἀρετὴν ἔδειξεν, ἔνθα μὲν γῆ φαινόμενος, ἔνθα δ’ ὕδωρ, ὅπου δὲ πῦρ **** σὺν ἀέρι ἐκτεινόμενος πανταχοῦ τῷ τῆς αὐξήσεως τρόπῳ ⟨ἐν⟩ τῇ τῶν στοιχείων φύσει, φωτίζων τὸ ὅλον οἷον ὀφθαλμοῖς ἡλίῳ καὶ σελήνῃ, καὶ τῇ τούτων διαυγεῖ καὶ λαμπρᾷ στιλπνότητι κινήσει πάσῃ ὁδηγὸς γενόμενος. συνεκέκρατο γὰρ αὐτῷ καὶ οὗτος ἐξ ἀρχῆς ἔτι γινομένῳ καὶ τὴν πρώτην συνισταμένῳ φύσιν. ζῷόν τε γὰρ πρῶτον καὶ ἔμπνουν τε καὶ ἔννουν ὅδε ὁ κόσμος καὶ τότε ἦν καὶ νῦν φαίνεται. ὥσπερ οὖν οὐκ ἄν τις τολμήσας εἴποι μὴ ζῷον αὐτόν, ἡνίκα ἐκυΐσκετο (ἀπεδείξαμεν γὰρ ὡς ἐξ ὅλων ὅλος καὶ ὡς ἐκ τελείων τέλειος· πῶς γὰρ ἄν ὁλοτελῆ παρείχετο μὴ ὢν ὅλος;) οὕτω καὶ τὸ κατὰ γαστρὸς μὴ ζῷον ⟨οὐκ⟩ εἴποι τις ἄν. ὃν γὰρ τρόπον ὁ χαλκουργὸς ἢ ὁ σιδηρεὺς ἢ ὁ ἀνδριαντουργὸς ἢ ὁ ναυπηγὸς ἤ τις τῶν ὁμοίων οὐκ ἂν λέγοιτο τέλειόν τι τῶν ἐξ αὐτοῦ καὶ ὁλόκληρον παρεσχηκέναι ἐλλείποντός τινος — — - τὸ δ’ ἀνελλιπὲς καὶ τοῖς ἅπασιν ἀπηρτισμένον - τέλειόν ἐστιν, τὸν αὐτὸν τρόπον καὶ ὁ κόσμος — — οὐκ ἄν ποτε τὸν τέλειον ἐπέσχε λόγον, εἴ μὴ τότε, ὅτε πρῶτον τοῦ εἶναι μετελάμβανεν, τὴν τοῦ παντὸς ἀνεδέξατο οὐσίαν.VH² VIII 27, 5. ἢ τί μᾶλλον ἀν | θρώπων χάριν ἢ τῶν (ἀ | λόγων ζωίων ἔστιν ε(ἰ | πεῖν γεγεννηκέναι | το . . τω 19. τοιοῦ|τος δ’ ὢν οὐκ ἐπαισθα|νόμενος νοηθήσε|ται· τὴν γὰρ ἰσχὺν οὐ|τὴν πυρὸς οὐδὲ τὴν ἀ|έρος) in fine col. ἀλ|λὰ δὴ καὶ παρ’ ἡμῖν | τῶν μὲν φύσει τῶν | δὲ προαιρ(έσ)ει γινομέ|νων ἐπιβλέψ(αι πρό|χειρον ὅτι τῶν (προ|αιρετικῶν οὐδ(ενὶ | προσέοικεν ὁ κόσμος etc.
VH² VIII 29. τοῦ κόσμου ν . . αλ . . | τι παρακοπο . . . . . . . . | μήτε γινωσκομένου | μήθ’ ὅλως ὄντος μήτε | χάριτος ἐπιδεκτικοῦ | διὰ τὴν ἀψυχίαν τὴν | ἐναργέστατα θεωρου|μένην.
Cicero de natura deorum II 14, 38. Bene igitur idem Chrysippus, qui similitudines adiungens omnia in perfectis et maturis docet esse meliora, ut in equo quam in eculeo, in cane quam in catulo, in viro quam in puero; item quod in omni mundo optimum sit, id in perfecto aliquo atque absoluto esse debere. 39. Est autem mundo nihil perfectius, nihil virtute melius: igitur mundi est propia virtus. Nec
vero hominis natura perfecta est: et efficitur tamen in homine virtus: quanto igitur in mundo facilius! Est ergo in eo virtus: sapiens est igitur et propterea deus.Arius Didymus epit. phys. fr. 29 Diels (DG p. 46). τισὶ δὲ τῶν ἀπὸ τῆς αἱρέσεως ἔδοξε γῆν τὸ ἡγεμονικὸν εἶναι τοῦ κόσμου. Χρυσίππῳ δὲ τὸν αἰθέρα τὸν καθαρώτατον καὶ εἰλικρινέστατον ἅτε πάντων εὐκινητότατον ὄντα καὶ τὴν ὅλην περιάγοντα τοῦ κόσμου φοράν.
Philo quaest. et solut. in Genesin IV 215 (p. 416 Aucher). In homine mens similis est caelo, quoniam rationales sunt partes utriusque, una mundi, altera animae.
Diogenes Laërt. VII 139. Χρύσιππος δὲ ἐν τῷ πρώτῳ περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ περὶ θεῶν τὸν οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον. ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτατον τοῦ αἰθέρος ἐν ταὐτῷ.
Plutarchus de comm. not. cp. 34 p. 1076f. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδ’ ⟨εἰ⟩ μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους.
Plutarchus de facie in orbe lunae cp. 6 p. 923e. γῆν δὲ φατὲ ὑμεῖς (scil. Stoici) ἄνευ βάσεως καὶ ῥίζης διαμένειν. πάνυ μὲν οὖν, εἶπεν ὁ Φαρνάκης, τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον ἔχουσαν, ὅσπερ αὐτῇ, τὸν μέσον· οὗτος γάρ ἐστι περὶ ὃν ἀντερείδει πάντα τὰ βάρη ῥέποντα, καὶ φέρεται καὶ συννεύει πανταχόθεν· ἡ δὲ ἄνω χώρα πᾶσα κἄν τι δέξηται γεῶδες ὑπὸ βίας ἀναῤῥιφέν, εὐθὺς ἐκθλίβει δεῦρο, μᾶλλον δὲ ἀφίησιν ᾗ πέφυκεν οἰκείᾳ ῥοπῇ καταφερόμενον. cp. 8 in. ἑτέρους φασὶ γελοιάζειν ἄνω τὴν Σελήνην, γῆν οὖσαν, ἐνιδρύοντας οὐχ ὅπου τὸ μέσον ἐστί. καίτοι γε εἰ πᾶν σῶμα ἐμβριθὲς εἰς τὸ αὐτὸ συννεύει, καὶ πρὸς τὸ αὑτοῦ μέσον ἀντερείδει πᾶσι τοῖς μορίοις, οὐχ ὡς μέσον οὖσα τοῦ παντὸς· ἡ γῆ μᾶλλον ἢ ὡς ὅλον οἰκειώσεται μέρη αὐτῆς ὄντα τὰ βάρη· καὶ τεκμήριον ἔσται ⟨τὸ πάθος⟩ τῶν ῥεπόντων, οὐ τῇ ⟨γῇ⟩ τῆς μεσότητος πρὸς τὸν κόσμον, ἀλλὰ πρὸς τὴν γῆν κοινωνίας τινὸς καὶ συμφυίας τοῖς ἀποσπωμένοις αὐτῆς, εἶτα πάλιν καταφερομένοις. cp. 9. ὁρᾶτε ὅτι γελοῖόν ἐστιν εἰ γῆν οὐ φήσομεν εἶναι τὴν Σελήνην, ὅτι τῆς κάτω χώρας ἀφέστηκεν etc.