Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Aëtius Plac. I 12, 4. Οἱ Στωϊκοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν. κοῦφον γὰρ ὑπάρχει φύσει ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. καὶ τὸ μὲν περίγειον φῶς κατ’ εὐθεῖαν, τὸ δ’ αἰθέριον περιφερῶς κινεῖται.
Cleomedes Circul. doctr. I cp. 11 p. 75 Bake. Οὐ χρὴ δὲ ἀπορεῖν ἐνταῦθα πῶς ἡ γῆ, στιγμιαία οὖσα πρὸς τὸ μέγεθος τοῦ κόσμου, ἀναπέμπει τροφὴν τῷ τε οὐρανῷ καὶ τοῖς ἐμπεριεχομένοις ἐν αὐτῷ ἄστροις, τοσούτοις καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος οὖσι. Τῷ μὲν γὰρ ὄγκῳ βραχεῖά ἐστιν ἡ γῆ, τῇ δὲ δυνάμει μεγίστη, σχεδὸν αὐτὴ τὸ πλεῖστον τῆς οὐσίας ὑπάρχουσα. Εἰ γοῦν ἐπινοήσαιμεν αὐτὴν ἢ εἰς καπνὸν ἢ εἰς ἀέρα πᾶσαν ἀναλυομένην, κατὰ πολὺ ἂν μείζων γένοιτο τῆς τοῦ κόσμου περιοχῆς. Καὶ οὐ μόνον γε εἰ καπνὸς ἢ ἀὴρ ἢ πῦρ γένοιτο, ἀλλὰ καὶ εἰς κονιορτὸν ἀναλυθεῖσα. Πάρεστι γοῦν ὁρᾶν ὅτι καὶ τὰ εἰς καπνὸν ἀναλυόμενα τῶν ξύλων σχεδὸν ἐπ’ ἄπειρον χεῖται, καὶ ὁ ἐκθυμιώμενος λιβανωτός, καὶ ὁπόσα ἕτερα τῶν στερεῶν σωμάτων εἰς ἀτμὸν ἀναλύεται. Καὶ εἰ τὸν οὐρανὸν δὲ σὺν τῷ ἀέρι καὶ τοῖς ἄστροις ἐπινοήσαιμεν συναγόμενον εἰς τὸ τῆς γῆς πύκνωμα, εἰς ἐλάττονα ὄγκον αὐτῆς συσταλείη ἄν. Ὥστε τῷ μὲν ὄγκῳ ἡ γῆ στιγμιαία ὡς πρὸς τὸν κόσμον οὖσα, ἀφάτῳ δὲ τῇ δυνάμει κεχρημένη καὶ σχεδὸν ἐπ’ ἄπειρον χεῖσθαι φύσιν ἔχουσα, οὐκ ἔστιν ἀδύνατος ἀναπέμπειν τροφὴν τῷ οὐρανῷ καὶ τοῖς ἐν τῷ οὐρανῷ. Οὐδ’ ἂν ἐξαναλωθείη τούτου ἕνεκα, ἐν μέρει καὶ αὐτὴ ἀντιλαμβάνουσά τινα ἔκ τε ἀέρος καὶ ἐξ οὐρανοῦ. Ὁδὸς γὰρ ἄνω κάτω, φησὶν ὁ Ἡράκλειτος, δι’ ὅλης ⟨τῆς⟩ οὐσίας τρέπεσθαι καὶ μεταβάλλειν πεφυκυίας, εἰς πᾶν ⟨δὲ⟩ τῷ δημιουργῷ ὑπεικούσης εἰς τὴν τῶν ὅλων διοίκησιν καὶ διαμονήν.
Scholia Hesiod. Theog. v. 397. ἧλθε δ’ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὕλυμπόνδε. πρῶτον γὰρ ἐχωρίσθη τὸ ὕδωρ τὴν γῆν ἐπικαλύπτον καὶ πρὸς τὸν ἀέρα ἀνέδραμεν· ὑπὸ τούτῳ γὰρ κεῖται τὸ ὕδωρ.
Clemens Al. Stromat. V 14 p. 701 Pott. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον.
Aëtius Plac. II 4, 1. Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωϊκοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον.
Simplicius in Aristot Phys. p. 1121, 12 Diels. γενητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεὶ ἀλλὰ ἄλλοτε ἄλλον γινόμενον κατά τινας χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς. καὶ δῆλον ὅτι καὶ περὶ κινήσεως οὗτοι τὴν αὐτὴν ἔχουσι δόξαν· ὅτε γὰρ κόσμος ἦν, τότε κίνησιν ἀναγκαῖον εἶναι.
Philo de provid. I § 9 (p. 5 Auch.). Porro mundi partes, ut essent, accepisse initium fatemur. Atqui partes, si initium ut essent habuerunt, omnino necesse est totum quoque ut esset initium habuisse. Et si pars corruptioni obnoxia est, corruptioni obnoxium et totum sit oportet. Cf. § 88 ubi eadem iterantur.
Philo de provid. I § 10 (p. 6 Aucher). Nonne apud omnes in confesso est, quod pars mundi est talis homo, quo homine humanitas exstitit? nusquam enim humanitas erit, nisi prius homo aliquis. Atqui homo ille initium habet generationis et est pars humanitatis; neque enim datur humanitas sine aliquo homine, et sublato ipso homine quodam, simul tollitur etiam humanitas. Si ergo homo quidam humanae generationis initium sumpsit, omnino necesse est et humaniatem subiacere creationi.
Plutarchus de Stoic. repugn. cp. 41 p. 1053a. ἔμψυχον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ μεταβαλούσης. Λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως Ἡ δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη· δι’ ἀέρος εἰς ὕδωρ πρέπεται· κἀκ τούτου γῆς ὑφισταμένης ἀὴρ ἀναθυμιᾶται· λεπτυνομένου δὲ τοῦ ἀέρος, ὁ αἰθὴρ περιχεῖται κύκλῳ· οἱ δ’ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου ἀνάπτονται.
Diogenes Laert. VII 135. ἕν τε εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ Δία· πολλαῖς τε ἑτέραις ὀνομασίαις προσονομάζεσθαι. 136. κατ’ ἀρχὰς μὲν οὖν καθ’ αὑτὸν ὄντα τρέπειν τὴν πᾶσαν οὐσίαν
δι’ ἀέρος εἰς ὕδωρ· καὶ ὥσπερ ἐν τῇ γονῇ τὸ σπέρμα περιέχεται, οὕτω καὶ τοῦτον σπερματικὸν λόγον ὄντα τοῦ κόσμου τοιόνδε ὑπολιπέσθαι ἐν τῷ ὑγρῷ, εὐεργὸν αὑτῷ ποιοῦντα τῆν ὕλην πρὸς τὴν τῶν ἐξῆς γένεσιν, εἶτα ἀπογεννᾶν πρῶτον τὰ τέσσαρα στοιχεῖα, πῦρ, ὕδωρ, ἀέρα, γῆν (secuntur auctorum nomina; vide infra). ἔστι δὲ στοιχεῖον ἐξ οὗ πρώτου γίνεται τὰ γινόμενα καὶ εἰς ὃ ἔσχατον ἀναλύεται. 137. τὰ δὴ τέτταρα στοιχεῖα εἶναι ὁμοῦ τὴν ἄποιον οὐσίαν, τὴν ὕλην. εἶναι δὲ τὸ μὲν πῦρ τὸ θερμόν, τὸ δὲ ὕδωρ τὸ ὑγρόν, τόν τε ἀέρα τὸ ψυχρὸν καὶ τὴν γῆν τὸ ξηρόν. οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ἀέρι εἶναι τὸ αὐτὸ μέρος. ἀνωτάτω μὲν οὖν εἶναι τὸ πῦρ, ὃ δὴ αἰθέρα καλεῖσθαι, ἐν ᾧ πρώτην τὴν τῶν ἀπλανῶν σφαῖραν γεννᾶσθαι, εἶτα τὴν τῶν πλανωμένων· μεθ’ ἣν τὸν ἀέρα, εἶτα τὸ ὕδωρ, ὑποστάθμην δὲ πάντων τὴν γῆν, μέσην ἀπάντων οὖσαν. Auctores horum placitorum afferuntur: Ζήνων ἐν τῷ περὶ τοῦ ὅλου, Χρύσιππος ἐν τῇ πρώτῃ τῶν φυσικῶν, Ἀρχέδημος ἐν τῷ περὶ στοιχείων.Diogenes Laërt. VII 142. Γίνεσθαι δὲ τὸν κόσμον, ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δι’ ἀέρος εἰς ὑγρότητα, εἶτα τὸ παχυμερὲς αὐτοῦ συστὰν ἀποτελεσθῇ γῆ, τὸ δὲ λεπτομερὲς ἐξαραιωθῇ, καὶ τοῦτ’ ἐπὶ πλέον λεπτυνθὲν πῦρ ἀπογεννήσῃ. εἶτα κατὰ μῖξιν ἐκ τούτων φυτά τε καὶ ζῷα καὶ τὰ ἄλλα γένη. Περὶ δὴ οὖν τῆς γενέσεως καὶ [τῆς] φθορᾶς τοῦ κόσμου φησὶ Ζήνων μὲν ἐν τῷ περὶ ὅλου, Χρύσιππος δὲ ἐν τῇ πρώτῃ τῶν φυσικῶν etc.
Aëtius Plac. II 6, 1. οἱ Στωϊκοὶ ἀπὸ γῆς ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.