Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Simplicius in Aristot. categ. f. 91Δ ed. Bas. ὁ Ἰάμβλιχος ζητεῖ πρῶτον, πότερον αὐτὰ τὰ πράγματα ἐν τόπῳ ὄντα ἀφορίζει τὸν τόπον περὶ αὐτὰ ἢ σὺν αὐτοῖς, ἢ ὁ τόπος ἀφορίζει τὰ πράγματα, ὡς ἂν αὐτὸς αὐτὰ συμπεραίνων, καὶ φησὶν ὅτι εἰ μέν, ὡς οἱ Στωϊκοὶ λέγουσι, παρυφίσταται
τοῖς σώμασιν ὁ τόπος, καὶ τὸν ὅρον ἀπ’ αὐτῶν προσλαμβάνει τὸν μέχρι τοσοῦδε καθ’ ὅσον συμπληροῦται ὑπὸ τῶν σωμάτων. εἰ μέντοι etc.Simplicius in Aristot. Phys. p. 571, 22. ἢ γὰρ τὸ εἶδος τοῦ ἐν τόπῳ ἢ τὴν ὕλην αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι (ὅ τινες καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωϊκοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν) ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. — — τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος ποτὲ δὲ καὶ κενὸν ἀπολείπεσθαι, οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωϊκοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματά φασιν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι.
Stobaeus Eclogae I. p. 106, 5 W. (Arii Did. fr. 26 Diels). Χρυσίππου· Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθ’ ὅ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος· ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει, καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἡ θάλαττα καὶ τὸ κενόν, τά τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. Ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ, καὶ τὸν χρόνον πάντα ἄπειρον εἶναι ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα ἄπειρον εἶναι. Ἐμφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐδεὶς ὅλως ἐνίσταται χρόνος. Ἐπεὶ γὰρ εἰς ἄπειρον ἡ τομὴ τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς χρόνος εἰς ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατ’ ἀπαρτισμὸν ἐνεστάναι χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. Μόνον δ’ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς φησιν, ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ κάθημαι οὐχ ὑπάρχει . . . . . . . . . . . . (lacunam signif. Meineke). Ad definitionem temporis initio prolatam cf. Phil. de incorrupt. mund. p. 238, 5 B. ὥστ’ εὐθυβόλως ἀποδεδόσθαι πρὸς τῶν εἰωθότων τὰ πράγματα ὁρίζεσθαι χρόνον διάστημα τῆς τοῦ κόσμου κινήσεως ibid. 11. διάστημα δὲ κοσμικῆς κινήσεως ἐδείχθη ὁ χρόνος ὤν. ibid. 13. τάχα τις εὑρησιλογῶν Στωϊκὸς ἐρεῖ, τὸν χρόνον ἀποδεδόσθαι διάστημα τῆς τοῦ κόσμου κινήσεως οὐχὶ τοῦ νῦν διακεκοσμημένου μόνον ἀλλὰ καὶ τοῦ κατὰ τὴν ἐκπύρωσιν ὑπονοουμένου.
Simplicius in Aristot. categ. f. 88Z. ed. Bas. τῶν δὲ Στωϊκῶν Ζήνων μὲν πάσης ἀπλῶς κινήσεως διάστημα τὸν χρόνον εἶπε·
Χρύσιππος δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως· οὐ γὰρ δύο ὅρους εἰς ταὐτὸν συνάπτει, ἀλλ’ ἕνα ὁρισμὸν ποιεῖται καὶ ἰδιάζοντα τοῦτον παρὰ τὰς τῶν ἄλλων ἀποφάσεις.Philo de mundi opificio § 26 Vol. I p. 8, 7 Wendl. χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν ἢ μετ’ αὐτόν. Ἐπεῖ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεως ἐστιν ὁ χρόνος, προτέρα ⟨δὲ⟩ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἀναγκαῖον αὐτὴν ἢ ὕστερον ἢ ἅμα συνίστασθαι, ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι ἢ νεώτερον ἐκείνου.
Philo quod deus sit immut. § 31 Vol. II p. 63, 3 Wendl. δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατήρ· πατὴρ δὲ χρόνου κόσμος, τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου.
Sextus adv. math. X 170. καὶ δὴ τινές φασι χρόνον εἶναι διάστημα τῆς τοῦ κόσμου κινήσεως.
Aëtius Plac. I 22, 7. Οἱ πλείους τῶν Στωϊκῶν (χρόνου οὐσίαν) αὐτὴν τὴν κίνησιν.
Plutarchus quaest. Plat. 8, 4 p. 1007a. ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δι’ ἄγνοιαν οἴεσθαι τὸν χρόνον μέτρον εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ τὸ πρότερον καὶ ὕστερον ὡς Ἀριστοτέλης εἶπεν, ἢ τὸ ἐν κινήσει ποσόν ὡς Σπεύσιππος, ἢ διάστημα κινήσεως ἄλλο δ’ οὐδέν, ὡς ἔνιοι τῶν Στωϊκῶν ἀπὸ συμβεβηκότος ὁριζόμενοι, τὴν δ’ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες.
Simplicius in Aristot. phys. p. 700, 16 Diels. ἄδηλον οὖν καὶ τὸ τί ἐστιν (scil. ὁ χρόνος), εἴπερ οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον εἶναί φασιν, — — οἱ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ, ὡς τοὺς Πυθαγορείους ἱστοροῦσι λέγειν οἱ παρακούσαντες ἴσως τοῦ Ἀρχύτου λέγοντος καθόλου τὸν χρόνον διάστημα τῆς τοῦ παντὸς φύσεως, ἢ ὥς τινες τῶν Στωϊκῶν ἔλεγον· οἱ δὲ τὴν κίνησιν ἀπλῶς.
Plutarchus de comm. not. cp. 41 p. 1081f. Ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ περὶ τῶν Μερῶν τίθησι τοῦ ἐνεστηκότος χρόνου τὸ μὲν μέλλον εἶναι, τὸ δὲ παρεληλυθός.
Plutarchus de comm. not. cp. 41 p. 1081f. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν, ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ τὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλ’ ὑφεστηκέναι φησί, μόνον δὲ ὑπάρχειν τὸ ἐνεστηκός.
Plutarchus de comm. not. cp. 41 p. 1081c. παρὰ τὴν ἔννοιάν ἐστι χρόνον εἶναι μέλλοντα καὶ παρῳχημένον, ἐνεστῶτα δὲ μὴ εἶναι χρόνον, ἀλλὰ τὸ μὲν ἄρτι καὶ τὸ πρῴην ὑφεστάναι, τὸ δὲ νῦν ὅλως μηδὲν εἶναι. καὶ μὴν τοῦτο συμβαίνει τοῖς Στωϊκοῖς ἐλάχιστον χρόνον μὴ ἀπολείπουσι μηδὲ τὸ νῦν ἀμερὲς εἶναι βουλομένοις, ἀλλ’ ὅ,τι ἄν τις ὡς ἐνεστὼς οἴηται λαβὼν διανοεῖσθαι, τούτου τὸ μὲν μέλλον, τὸ δὲ παρῳχημένον εἶναι φάσκουσιν.
Diogenes Laërt. VII 140 (postquam de inani incorporeo locutus
est) εἶναι δὲ καὶ ταῦτα ἀσώματα ὅμοια, ἔτι δὲ καὶ τὸν χρόνον ἀσώματον, διάστημα ὄντα τῆς τοῦ κόσμου κινήσεως. τούτου δὲ τὸν μὲν παρῳχηκότα καὶ τὸν μέλλοντα ἀπείρους, τὸν δὲ ἐνεστῶτα πεπερασμένον.Proclus in Platonis Timaeum p. 271D. ἔτι δὲ κἀκεῖνο ληπτέον ἀπὸ τῶν προειρημένων, ὅτι πολλοῦ δεῖ τοιοῦτον ὑπονοῆσαι τὸν χρόνον ὁ Πλάτων οἷον οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον ἢ τῶν ἐκ τοῦ Περιπάτου πολλοί, οἱ μὲν κατ’ ἐπίνοιαν ψιλὴν αὐτὸν συνιστάντες ἀμενηνὸν καὶ ἔγγιστα τοῦ μὴ ὄντος· ἓν γὰρ ἦν τῶν παρ’ αὐτοῖς ἀσωμάτων ὁ χρόνος, ἃ δὴ καταπεφρόνηται παρ’ αὐτοῖς ὡς ἀδρανῆ καὶ οὐκ ὄντα καὶ ἐν ἐπινοίαις ὑφιστάμενα ψιλαῖς· οἱ δὲ συμβεβηκὸς τῆς κινήσεως λέγοντες.
Aëtius Plac. II 1, 7. Οἱ Στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον.
Achilles Isagoge 5 p. 129 Petav. Uranol. τὸ δὲ πᾶν τοῦ ὅλου παρὰ τοῖς Στωϊκοῖς διαφέρει. ὅλον μὲν γὰρ λέγουσι τὸν κόσμον· πᾶν δὲ μετὰ τοῦ κενοῦ.
Sextus adv. math. IX 332. καὶ δὴ οἱ μὲν ἀπὸ τῆς Στοᾶς φιλόσοφοι διαφέρειν ὑπολαμβάνουσι τὸ ὅλον καὶ τὸ πᾶν· ὅλον μὲν γὰρ εἶναι λέγουσι τὸν κόσμον, πᾶν δὲ τὸ σὺν τῷ κόσμῳ ἔξωθεν κενόν, καὶ διὰ τοῦτο τὸ μὲν ὅλον πεπερασμένον εἶναι, πεπέρασται γὰρ ὁ κόσμος, τὸ δὲ πᾶν ἄπειρον, τοιοῦτον γὰρ τὸ ἐκτὸς τοῦ κόσμου κενόν. [336. οἱ δὲ Στωϊκοὶ οὔτε ἕτερον τοῦ ὅλου τὸ μέρος οὔτε τὸ αὐτό φασιν ὑπάρχειν· ἡ γὰρ χεὶρ οὔτε ἡ αὐτὴ τῷ ἀνθρώπῳ ἐστίν, οὐ γάρ ἐστιν ἄνθρωπος, οὔτε ἑτέρα παρὰ τὸν ἄνθρωπον· σὺν αὐτῇ γὰρ ὁ ἄνθρωπος νοεῖται ἄνθρωπος.]
Plutarchus de comm. not. cp. 30 p. 1073d. καθόλου μὲν ἄτοπον καὶ παρὰ τὴν ἔννοιάν ἐστιν εἶναι μέν τι, μὴ ὂν δ’ εἶναι· καὶ ⟨ἄλλα δʼ⟩ εἶναι μέν, οὐκ ὄντα δὲ εἶναι λεγόντων, ἀτοπώτατόν ἐστι τὸ ἐπὶ τοῦ παντὸς λεγόμενον. κενὸν γὰρ ἄπειρον ἔξωθεν τῷ κόσμῳ περιθέντες οὔτε σῶμα τὸ πᾶν οὔτ’ ἀσώματον εἶναι λέγουσιν. ἕπεται δὲ τούτῳ τὸ μὴ ὂν εἶναι τὸ πᾶν· ὄντα γὰρ μόνα τὰ σώματα καλοῦσιν, ἐπειδὴ ὄντος τὸ ποιεῖν τι καὶ πάσχειν, τὸ δὲ πᾶν οὐκ ὄν ἐστιν· ὥστε οὔτε τι ποιήσει οὔτε τι πείσεται τὸ πᾶν. p. 1074a. ὥστ’ ἀνάγκη λέγειν αὐτοῖς ὅπερ λέγουσι μήτε μένον εἶναι τὸ πᾶν μήτε κινούμενον ibid. 6. τὸ πᾶν ὁμολογοῦντες μήτ’ ἔμψυχον εἶναι μήτ’ ἄψυχον ibid. οὔτοι δὲ τέλειον οὔ φασιν εἶναι τὸ πᾶν· ὡρισμένον γάρ τι τὸ τέλειον, τὸ δὲ πᾶν ὑπ’ ἀπειρίας ἀόριστον· οὐκοῦν ἔστι τι κατ’ αὐτούς, ὃ μήτ’ ἀτελὲς μήτε τέλειόν ἐστιν. ἀλλὰ μὴν οὔτε μέρος ἐστὶ τὸ πᾶν· οὐδὲν γὰρ αὐτοῦ μεῖζον· οὔθ’ ὅλον, ὡς αὐτοὶ λέγουσι. τεταγμένου γὰρ τὸ ὅλον κατηγορεῖσθαι, τὸ δὲ πᾶν δι’ ἀπειρίαν καὶ
ἀόριστον εἶναι καὶ ἄτακτον. αἴτιον τοίνυν οὔτε τοῦ παντὸς ἕτερόν ἐστι, τῷ μηδὲν εἶναι παρὰ τὸ πᾶν ἕτερον, οὔτ’ ἄλλου τὸ πᾶν ἀλλ’ οὐδ’ ἑαυτοῦ. ποιεῖν γὰρ οὐ πέφυκε, τῷ δὲ ποιεῖν τὸ αἴτιον νοεῖται.Diogenes Laërt. VII 137. λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς ἁπάσης οὐσίας ἰδίως ποιόν, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος, δημιουργὸς ὢν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους ἀναλίσκων εἰς ἑαυτὸν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ αὑτοῦ γεννῶν. 138. καὶ αὐτὴν δὲ τὴν διακόσμησιν [τῶν ἀστέρων] κόσμον εἶναι λέγουσι· καὶ τρίτον τὸ συνεστηκὸς ἐξ ἀμφοῖν.