Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Plutarchus de comm. not. cp. 40 p. 1080e. Ὃ γοῦν αὐτοὶ μάλιστα προφέρουσι τοῖς τῶν ἀμερῶν προισταμένοις τοῦτό ἐστι τὸ μήτε ὅλοις ὅλων ἁφὴν εἶναι, μήτε μέρεσι μερῶν· τὸ μὲν γὰρ οὐχ ἁφὴν ἀλλὰ κρᾶσιν ποιεῖν, τὸ δ’ οὐκ εἶναι δυνατόν, μέρη τῶν ἀμερῶν οὐκ ἐχόντων. Πῶς οὖν οὐκ αὐτοὶ τούτῳ περιπίπτουσι, μηδὲν μέρος ἔσχατον μηδὲ πρῶτον ἀπολείποντες; ὅτι, νὴ Δία ψαύειν κατὰ πέρας τὰ σώματα ⟨οὐχ⟩ ὅλα ὅλων, οὐ⟨δὲ⟩ κατὰ μέρος λέγουσι· τὸ δὲ πέρας σῶμα οὐκ ἔστιν.
Proclus in Euclid. def. I p. 89 Friedlein. ὅτι δὲ οὐ δεῖ νομίζειν κατ’ ἐπίνοιαν ψιλὴν ὑφεστάναι τὰ τοιαῦτα πέρατα, λέγω τῶν σωμάτων, ὥσπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑπέλαβον, ἀλλ’ εἶναί τινας φύσεις ἐν τοῖς οὖσι τοιάσδε καὶ λόγους αὐτῶν προεστάναι δημιουργικούς, ἀναμνησθείημεν ἂν εἰς τὸν ὅλον κόσμον ἀποβλέψαντες etc.
Plutarchus de comm. not. cp. 39 p. 1079d. Ἐπὶ δὲ τούτοις ἐπινεανιευόμενος φησὶ τῆς πυραμίδος ἐκ τριγώνων συνισταμένης. τὰς πλευρὰς ⟨τὰς⟩ κατὰ τὴν συναφὴν ἐγκεκλιμένας ἀνίσους μὲν εἶναι, μὴ ὑπερέχειν δέ, ἧ μείζονές εἰσι. p. 1079e. Ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε Δημοκρίτῳ, διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς, εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν
τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσονς γινομένας· ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι, πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας· ἴσων δ’ οὐσῶν, ἴσα τμήματα ἔσται, καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον. Ἐνταῦθα δὴ τὸν Δημόκριτον ἀποφαίνων ἀγνοοῦντα τὰς μὲν ἐπιφανείας, φησί, μήτ’ ψἴσας εἶναι μήτ’ ἀνίσους· ἄνισα δὲ τὰ σώματα, τῷ μήτ’ ἴσας εἶναι μήτ’ ἀνίσους τὰς ἐπιφανείας.Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V 911a 28). ὅταν δὲ λέγωσι (scil. Pythagorei) μονάδα εἶναι εἰδῶν εἶδος τὴν ἀρχηγικὴν αὐτῶν αἰτίαν ἐνδείκνυνται τὴν πάντων ἐν ἑαυτῇ τὰ εἴδη τῶν ἀριθμῶν προειληφυῖαν, ἣν καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἓν πλῆθος οὐκ ὤκνουν καλεῖν.
Sextus adv. math. X 123. τάξει δὲ ἀπὸ τῆς πρώτης στάσεως ποιώμεθα τὴν ἐπιχείρησιν, καθ’ ἣν πάντα εἰς ἄπειρον τέμνεται. καὶ δὴ οἱ προεστῶτες αὐτῆς φασὶ τὸ κινούμενον σῶμα ὑφ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἄθρουν μεριστὸν ἀνύειν διάστημα, καὶ οὐ τὸ πρῶτον τοῦ διαστήματος πρῶτον ἐπιλαμβάνειν τῷ πρώτῳ αὑτοῦ μέρει καὶ τὸ δεύτερον τῇ τάξει δεύτερον, ἀλλ’ ὑφ’ ἓν τὸ ὅλον μεριστὸν διάστημα καὶ ἀθρόως διέρχεσθαι. cf. ibid. 142. πρὸς μὲν οὖν τοὺς εἰς ἄπειρον τέμνεσθαι λέγοντας τά τε σώματα καὶ τοὺς τόπους καὶ τοὺς χρόνους (οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Στοᾶς) ταῦθ’ ἥρμοζε λέγειν.
Stobaeus Eclogae I p. 165, 1. Χρυσίππου. Κίνησιν δέ φησιν εἶναι ὁ Χρύσιππος μεταβολὴν κατὰ τόπον ἢ ὅλῳ ἢ μέρει, ἢ μεταλλαγὴν ἐκ τόπου ἢ καθ’ ὅλον ἢ κατὰ μέρος. Καὶ ἄλλως· κίνησιν μεταλλαγὴν κατὰ τόπον ἢ σχῆμα· φορὰν δὲ μετέωρον κίνησιν ὀξεῖαν, μονὴν δὲ τὸ μὲν οἷον ἀκινησίαν σώματος, τὸ δ’ οἷον σώματος σχέσιν κατὰ ταὐτὰ καὶ ὡσαύτως νῦν τε καὶ πρότερον. Πολλαχῶς δὲ λέγεσθαι τὴν κίνησιν καὶ τὴν μονήν, διὸ καὶ πολλοὺς καθ’ ἕκαστον σημαινόμενον ἀποδίδοσθαι ὅρους. Τὰς δὲ πρώτας κινήσεις εἶναι δύο, τήν τε εὐθεῖαν καὶ τὴν καμπύλην· διὰ τούτων δὲ πολλαχῶς μιγνυμένων γίνεσθαι πολλὰς κινήσεις καὶ διαφερούσας (Diels Arii Didymi Epit. phys. fragm. 22). Sextus adv. math. X 52. καί φασιν ὅτι κίνησίς ἐστι μετάβασις ἀπὸ τόπου εἰς τόπον ἤτοι ὅλου τοῦ σώματος ἢ τῶν τοῦ ὅλου μερῶν.
Sextus adv. math. X 45. καὶ εἶναι μὲν (scil. κίνησιν) - οἱ πλείους τῶν φυσικῶν — — οἷς καὶ οἱ ἀπὸ τοῦ περιπάτου, ἔτι δὲ καὶ οἱ ἀπὸ τῆς Στοᾶς συναπεγράψαντο.
Galenus methodi med. I 6 Vol. X p. 46K. ἐπεὶ δ’ ἐξάλλαξιν εἶπον εἶναι τοῦ προϋπάρχοντος τὴν κίνησιν, ἐξαλλάττεται δὲ διχῶς τὸ προϋπάρχον ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον, ἡ μὲν οὖν κατὰ τόπον ἐξαλλαγὴ αὐτοῦ φορὰ ὀνομάζεται, ἡ δὲ κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσις· ὥστε εἶναι φορὰν μὲν ἐξάλλαξιν ἢ ὑπάλλαξιν ἢ ἀλλαγὴν ἢ μεταβολὴν τοῦ προϋπάρχοντος τόπου — — ἀλλοίωσιν δὲ ἢ μεταβολὴν κατὰ τὸ ποιὸν ἢ ἀλλαγὴν τῆς προϋπαρχούσης ποιότητος etc.
Galenus de nat. facult. I 2. Vol. II p. 4Κ. εἰ μὲν γὰρ οὐκ ἴσασιν, ὅσα περὶ τῆς καθ’ ὅλην τὴν οὐσίαν ἀλλοιώσεως Ἀριστοτέλει τε καὶ μετὰ τοῦτον Χρυσίππῳ γέγραπται, παρακαλέσαι χρὴ τοῖς ἐκείνων αὐτοὺς ὁμιλῆσαι γράμμασιν.
Simplicius in Aristot. phys. p. 1320, 19 Diels. οἱ δὲ ἀπὸ τῆς Στοᾶς κατὰ πᾶσαν κίνησιν ἔλεγον ὑπεῖναι τὴν τοπικὴν ἢ κατὰ μεγάλα διαστήματα ἢ κατὰ λόγῳ θεωρητὰ ὑφισταμένην.
Simplicius in Aristot. categ. f. 78A. Πλωτῖνος καὶ οἱ ἄλλοι οἱ ἀπὸ τῆς τῶν Στωϊκῶν συνηθείας εἰς τὴν Ἀριστοτέλους αἵρεσιν μεταφέροντες τὸ κοινὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἶναι τὰς κινήσεις.
Simplicius in Aristot. categ. f. 78B. ed. Bas. καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωϊκοὶ ἐπιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς κινήσεως εἰρῆσθαι, οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια (ἔστι γὰρ πάντως, φασίν, ἐνέργεια) ἀλλ’ ἔχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἔστι γὰρ ἤδη) ἀλλ’ ἵνα ἐργάσηταί που ἕτερον, ὅ ἐστι μετ’ αὐτήν. ταῦτα μὲν οὖν οἱ Στωϊκοὶ λέγουσι.
Simplicius in Aristot. categ. f. 78B. ed. Bas. Καὶ γὰρ ὅταν οἱ Στωϊκοὶ διαφορὰς γενῶν λέγωσι τὸ ἐξ αὑτῶν κινεῖσθαι ὡς ἡ μάχαιρα τὸ τέμνειν ἐκ τῆς οἰκείας ἔχει κατασκευῆς (κατὰ γὰρ τὸ σχῆμα καὶ τὸ εἶδος ἡ ποίησις ἐπιτελεῖται) τὸ δὲ δι’ ἑαυτοῦ ἐνεργεῖν τὴν κίνησιν, ὡς αἱ φύσεις καὶ αἱ ἰατρικαὶ δυνάμεις τὴν ποίησιν ἀπεργάζονται (καταβληθὲν γὰρ τὸ σπέρμα ἀναπληροῖ τοὺς οἰκείους λόγους καὶ ἐπισπᾶται τὴν παρακειμένην ὕλην καὶ διαμορφοῖ τοὺς ἐν αὐτῷ λόγους) ἀλλὰ μὴν καὶ τὸ ἀφ’ ἑαυτοῦ ποιεῖν, ὅ ἐστι κοινῶς μὲν ἀπὸ ἰδίας ὁρμῆς ποιεῖν, ἕτερον δὲ ἀπὸ λογικῆς ὁρμῆς, ὃ καὶ πλάττειν καλεῖται· τούτου δὲ ἔτι εἰδικώτερον τὸ κατ’ ἀρετὴν ἐνεργεῖν.
Simplicius in Aristot. categ. f 210B. ed. Bas. οἱ μέντοι Στωϊκοὶ διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ ἀκινητίζειν· μένειν γὰρ ἂν ῥηθῆναι ⟨οὐ⟩ πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον. τὸ γὰρ κατεσχηκὸς μενενηκέναι λέγομεν. χρώμεθα δέ, φασι, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν, ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἡρεμεῖν καὶ ἡσυχάζειν, φησί, μήποτε ζῴων εἰσὶ συμπτώματα· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ τῶν σωμάτων λέγεται, ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται.
Sextus adv. math. X 7. εἴπερ οὖν ἔστιν ἄνω καὶ κάτω καὶ εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τις τόπος· μέρη γάρ εἰσιν αἱ ἓξ αὗται παρατάσεις τοῦ τόπου, καὶ ἀδύνατόν ἐστί τινος τῶν μερῶν ὑπαρχόντων μὴ οὐχὶ κἀκεῖνο ὑπάρχειν οὗ ἐστὶ τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω· ἔστιν ἄρα τόπος. οὐ μὴν ἀλλ’ εἰ ὅπου ἦν Σωκράτης, νῦν ἐστὶν ἄλλος, οἷον Πλάτων ἀποθανόντος Σωκράτους, ἔστιν ἄρα τόπος. ὡς γὰρ τοῦ ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ’ ἔζη, τοῦτον ἕτερος νῦν κατέχει, ἔστι τις τόπος. καὶ ἄλλως εἰ ἔστι τι σῶμα, καὶ τόπος ἐστίν· ⟨σῶμα γάρ ἐστι τὸ κατέχον τόπον⟩· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. πρὸς τούτοις εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. τὸ γέ τοι πῦρ, φύσει κοῦφον καθεστώς, ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ, φύσει βαρὺ τυγχάνον, κάτω βρίθει, καὶ οὔτε τὸ πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ἄττει. ἔστιν ἄρα ἴδιος τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος. ὥσπερ τε εἰ τὸ ἐξ οὗ γίγνεται ἔστι, καὶ τὸ ὑφ’ οὗ τι γίγνεται καὶ τὸ δι’ ὅ, οὕτως ὑπάρχοι ἂν καὶ τὸ ἐν ᾧ τι γίγνεται· ἔστι δὲ τὸ ἐξ οὗ τι γίγνεται, οἷον ὕλη, καὶ τὸ ὑφ’ οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ δι’ ὅ, καθάπερ τὸ τέλος· ἔστιν ἄρα καὶ τὸ ἐν ᾧ τι γίγνεται, τουτέστιν ὁ τόπος. οἱʹ τε παλαοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώνησεν· (Theog. 116 sq.) ἤτοι μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. κἂν κατ’ ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ἦν τὰ πάντα, ἀλλ’ ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος.
Galenus de qualitatibus incorporeis 1 Vol. XIX 464 K. ὅτι δὲ κοινόν ἐστι τοῦτο [δῆλον] (λέγω δὲ τὸ τριχῇ διαστατόν) σώματός τε καὶ κενοῦ καὶ τόπου, Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγμάτων φύσει, κἂν ἐν τῷ κόσμῳ τοῦθ’ ὑπάρχειν μὴ λέγωσι. Cf. ibid. 4 p. 474. ὅτι τε μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοί.
Stobaeus Eclogae I p. 161, 8 W. Χρυσίππου. Τόπον δ’ εἶναι ὁ Χρύσιππος ἀπεφαίνετο τὸ κατεχόμενον δι’ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν ⟨τε⟩ κατέχεσθαι ὑπὸ ὄντος καὶ δι’ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς ⟨εἴτε⟩ ὑπὸ τινῶν. Ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος
τὶ μὲν κατέχηται, τὶ δὲ μή, τὸ ὅλον ⟨οὕτε⟩ κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον· τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόντε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μεῖζον ἀγγεῖον σώματος ἢ τὸ χωροῦν μεῖζον σῶμα; Τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ’ εἶναι, τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. Καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι, οὕτως τὸ ἀσώματον ἄπειρον, ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. Ὥσπερ γὰρ τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. Κατὰ γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι· περατοῦται δ' αὖ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας (Diels Arii Didymi Epit. phys. frgm. 25).Aëtius Plac. I 20, 1. Οἱ Στωϊκοὶ . . . . διαφέρειν κενόν, τόπον, χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος, τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης.
Sextus adv. math. X 3. καὶ οἱ Στωϊκοὶ δὲ κενὸν μὲν εἶναί φασι τὸ οἷόντε ὑπὸ ὄντος κατέχεσθαι, μὴ κατεχόμενον δέ, ἤ διάστημα ἔρημον σώματος ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ τὸν ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, καθὼς καὶ ἐκ τῆς μεταλήψεως τῶν ὀνομάτων ἐστὶ συμφανές. χώραν δὲ φασιν εἶναι διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον. Cf. Pyrrh. Hyport. III 124. idem adv. math. X 4. ἔνιοι δὲ (scil. Chrysippus cf. 503) χώραν ἕλεξαν ὑπάρχειν τὸν τοῦ μείζονος σώματος τόπον, ὡς ταύτῃ διαφέρειν τοῦ τόπου τὴν χώραν τῷ ἐκεῖνον μὲν μὴ ἐμφαίνειν μέγεθος τοῦ ἐμπεριεχομένου σώματος (κἂν γὰρ ἐλάχιστον περιέχῃ σῶμα, οὐδὲν ἧττον τόπος προσαγορεύεται), τὴν δ’ ἀξιόλογον ἐμφαίνειν μέγεθος τοῦ ἐν αὐτῇ σώματος.
Themistius paraphr. ad Arist. Phys. IV 4 p. 268 Sp. λείπεται τοίνυν ἡμῖν ὅτι μηδὲ τὸ διάστημα ὁ τόπος ἐστὶν ἀποδεῖξαι. διάστημα δὲ τὸ μεταξὺ νοούμενον τῶν περάτων τοῦ περιέχοντος, οἷον τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κάδου. παλαιὰ μὲν οὖν ἡ δόξα καὶ τοῖς τὸ κενὸν τιθεμένοις προσήκουσα, ἠκολούθησεν δὲ ὅμως αὐτῇ καὶ ὁ περὶ Χρύσιππον χορὸς καὶ Ἐπίκουρος ὕστερον.