Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Σύνταξις ὀγδόη· περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην α'βγʹδʹεʹϛʹζʹηʹ (θ' D) περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πάσυλον αʹβʹ περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην αʹ. Σύνταξις ἐνάτη· περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν αʹβʹ περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην εʹ πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον αʹ. Σύνταξις δεκάτη· κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον αʹβʹγʹδʹ εʹϛʹ περὶ τῆς συνηθείας πρὸς Γοργιππίδην αʹβʹγʹδʹεʹϛ'ζʹ. V. Λογικοῦ Τόπου τὰ τῶν προειρημένων τεττάρωυ διαορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα ⟨τὰς⟩ σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικὰς περὶ τῶν καταλεγομένων. Ζητημάτων ἐννέα καὶ τριάκοντα. — Ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ τιαʹ. 1. Ἠθικοῦ λόγου τοῦ περὶ τὴν Διάρθρωσιυ τῶυ ἠθικῶν Ἐννοιῶν. Σύνταξις πρώτη· ὑπογραφὴ τοῦ λόγου τοῦ ⟨ἠθικοῦ⟩ πρὸς Θεόπορον αʹ θέσεις ἠθικαί αʹ πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ αʹβʹγʹ ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον αʹβʹ ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον αʹβʹ ὅρων τῶν ἀνὰ μέσον πρὸς Μητρόδωρον αʹβʹ ὅρων τῶν πρὸς Μητρόδωρον τῶν κατὰ γένος αʹβʹγʹδʹεʹςϛʹζʹ ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον αʹβʹ.

Σύνταξις δευτέρα· περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα αʹβʹγʹ περὶ τῶν ὅρων πρὸς Μητρόδωρον αʹβʹγʹδʹεʹϛʹζʹ. Σύνταξις τρίτη· περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα αʹβʹγδʹεʹϛʹζʹ πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην αʹβʹ περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην αʹβʹ περὶ τῶν διαιρέσεων αʹ περὶ τῶν ἐναντίων πρὸς Διονύσιον βʹ πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ ⟨τὰ⟩ περὶ τῶν ἐναντίων αʹ. Σύνταξις τετάρτη· περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα αʹβʹγʹδʹεʹϛʹζʹ ἐτυμολογικῶν πρὸς Διοκλέα αʹβʹγʹδʹ. Σύνταξις πέμπτη· περὶ παροιμιῶν πρὸς Ζηνόδοτον αʹβʹ περὶ ποιημάτων πρὸς Φιλομαθῆ αʹ περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν αʹβʹ πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον αʹ. 2. Ἠθικοῦ Τόπου περὶ τὸν κοινὸν λόγον καὶ τὰς ἐκ τούτου συυισταμένας τέχνας καὶ ἀρετάς.

Σύνταξις πρώτη· πρὸς τὰς ἀναζωγραφήσεις πρὸς Τιμώνακτα αʹ περὶ τοῦ πῶς ἕκαστα λέγομεν καὶ διανοούμεθα αʹ περὶ τῶν ἐννοιῶν πρὸς Λαοδάμαντα αʹβʹ περὶ ὑπολήψεως πρὸς Πυθώνακτα αʹβʹγʹ ἀποδείξεις πρὸς τὸ μὴ δοξάσειν τὸν σοφόν αʹ περὶ καταλήψεως καὶ ἐπιστήμης καὶ ἀγνοίας αʹβʹγʹδʹ περὶ λόγου αʹβʹ περὶ τῆς χρήσεως τοῦ λόγου πρὸς Λεπτίναν. Σύνταξις δευτέρα· περὶ τοῦ ἐγκρίνειν τοὺς ἀρχαίους τὴν διαλεκτικὴν σὺν ταῖς ἀποδείξεσι πρὸς Ζήνωνα αʹβʹ περὶ τῆς διαλεκτικῆς πρὸς Ἀριστοκρέοντα αʹβγʹδʹ περὶ τῶν ἀντιλεγομένων τοῖς διαλεκτικοῖς αʹβʹγʹ περὶ τῆς ῥητορικῆς πρὸς Διοσκουρίδην αʹβʹγʹδʹ. Σύνταξις τρίτη· περὶ ἕξεως πρὸς Κλέωνα αʹβʹγʹ περὶ τέχνης καὶ ἀπεχνίας πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹ περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν πρὸς Διόδωρον αʹβʹγʹδʹ περὶ τοῦ ποιὰς εἶναι τὰς ἀρετάς αʹ περὶ ἀρετῶν πρὸς Πόλλιν αʹβʹ.

3. Ἠθικοῦ Τόπου περὶ Ἀγαθῶυ καὶ Κακῶν. Σύνταξις πρώτη· περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹεʹϛʹζʹηʹθʹιʹ ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν τέλος αʹβʹγʹδʹ ἀποδείξεις πρὸς τὸ μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν αʹβʹγʹδʹ περὶ τῶν λεγομένων ὑπὲρ τῆς ****** Cetera interciderunt.

Valerius Maximus VIII 7, 10. Citerioris aetatis metas, sed non parvi tamen spatii Chrysippi vivacitas flexit: nam octogesimo anno coeptum undequadragesimum Λογικῶν exactissimae subtilitatis volumen reliquit. cuius studium in tradendis ingenii sui monumentis tantum operae laborisque sustinuit, ut ad ea quae scripsit penitus cognoscenda longa vita sit opus.

Numenius apud Eusebium praep. evang. XIV p. 728a. τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ’ ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσέτι ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλέον ἐπὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς τε σκαριφηθμοῖς ἐπετίμων θᾶττον.

Origenes contra Celsum II. 12 Vol. I p. 141, 7 (p. 297 Delarue). ἀλλὰ καὶ ὁ Χρύσιππος πολλαχοῦ τῶν συγγαμμμάτων αὐτοῦ φαίνεται καθαπτόμενος Κλεάνθους, καινοτομῶν παρὰ τὰ ἐκείνῳ δεδογμένα, γενομένῳ . . . οὐκ ὀλίγον αὐτοῦ διδασκάλῳ ἔτι νέου καὶ ἀρχὰς ἔχοντος φιλοσοφίας . . . δὲ χρόνον καὶ ὁ Χρύσιππος παρὰ τῷ Κλεάνθει πεποιῆσθαι τὰς διατριβάς (scil. λέγεται).

Origenes contra Celsum I. 39 Vol. I p. 91, 20 (p. 357 Delarue). ὁ δὲ Χρύσιππος πολλαχοῦ ἐκθέμενος τὰ κινήσαντα αὐτὸν ἀναπέμπει ἡμᾶς ἐφ’ οὓς ἂν εὕροιμεν κρεῖττον αὐτοῦ ἐροῦντας.

Origenes contra Celsum V. 57 Vol. II p. 60, 5 (p. 621 Delarue). αράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἐλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες ἂν ὡς μυθοποιοῦντες, ἀλλὰ καὶ οἱ οἷον πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαληθῶς ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. Τοιαῦτα δὲ ἀνέγνωμεν παρὰ τῷ Σὀλεῖ Χρυσίππῳ etc.

Galenus de differentia puls. 10. ed. Bas. III 30. K. VIII. 631 (impugnans sectam Archigenis). πολὺ δὲ τοῦτ’ ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν Χρυσίππῳ· νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἤ Σόλων Ἀθηναίοις ἱστᾷ τοῖς ἄξοσι νομίσματα, συγχεῖ δ’ αὐτὸς πρῶτος αὐτά. paulo post: νυνὶ δὲ τὸ δεινότατον οὔτε γεννηθεὶς Ἀθήνησιν οὔτε

τραφείς, ἀλλὰ χθὲς καὶ πρώην ἥκων ἐκ Κιλικίας, πρὶν ἀκριβῶς αὐτὸν ἐκμαθεῖν ἡντιναοῦν Ἑλλάδα φωνήν, Ἀθηναίοις ὑπὲρ ὀνομάτων ἐπιχειρεῖ νομοθετεῖν —  — ὅσα μὲν οὖν Χρύσιππος εἰς τὴν τῶν Ἀθηναίων ἐξυβρίζει διάλεκτον τάχ’ ἄν ποτε καὶ αὖθις ἡμῖν διελθεῖν γένοιτο. Phot. lexicon s. v. μέντοι· τὸ δὲ μέντον βάρβαρον, ᾧ καὶ Χρύσιππος χρῆται.

Quintilianus instit. orat. X 1, 84. minus indulsere eloquentiae Stoici veteres, sed cum honesta suaserunt, tum in colligendo probandoque quae instituerant plurimum valuerunt, rebus tamen acuti magis quam, id quod sane non adfectaverunt, oratione magnifici. id. XII 2, 25. Stoici sicut copiam nitoremque eloquentiae fere praeceptoribus suis defuisse concedant necesse est, ita nullos aut probare acrius aut concludere subtilius contendunt.

Cicero de oratore I 11, 50. Etenim videmus, iisdem de rebus ieiune quosdam et exiliter, ut eum, quem acutissimum ferunt, Chrysippm, disputavisse, neque ob eam rem philosophiae non satisfecisse, quod non habuerit hanc dicendi ex arte aliena facultatem.

Frontonis epist. (ad. M. Antoninum de eloquentia) p. 146 Naber. Ubi illud acumen tuum? ubi subtilitas? Evigila et attende, quid cupiat ipse Chrysippus. Num contentus est docere, rem ostendere, definire, explorare? non est contentus: verum auget in quantum potest, exaggerat, praemunit, iterat, differt, recurrit, interrogat, describit, dividit, personas fingit, orationem suam alii accommodat: ταῦτα δ’ ἐστὶν αὔξειν, διασκευάζειν, ἐξεργάζεσθαι, πάλιν λέγειν, ἐπαναφέρειν, παράπτειν, προσωποποιεῖν.

Dionysius Halicarn. de compos. verb. p. 30 Re. Καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπουγε καὶ οἱ τὴν φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων, ὥστ’ αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τῷ λάγῳ Χρυσίππου τοῦ Στωϊκοῦ· περαιτέρω γὰρ οὐκ ἂν προβαίην. τούτου γὰρ οὔτ’ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν, οὔτε χείρονι ἁρμονίᾳ συνταχθέντας ἐξήνεγκε λόγους τῶν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζειν γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος, ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ, καὶ τέχνας τινὰς ἐπέγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων. ἀλλὰ πολλοὶ ἢ μᾶλλον πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλανήθησαν καὶ οὐδ’ ὄναρ εἶδον τί ποτ’ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν.

Arrianus Epict. dissert. I 17, 15. ἀλλὰ νὴ Δία οὐ παρακολουθῶ τῷ βουλήματι τῆς φύσεως. τίς οὖν ἐξηγεῖται αὐτό; λέγουσιν ὅτι Χρύσιππος. ἔρχομαι καὶ ἐπιζητῶ τί λέγει οὗτος ὁ ἐξηγητὴς τῆς φύσεως. ἄρχομαι μὴ νοεῖν τί λέγει, ζητῶ τὸν ἐξηγούμενον· ἴδε ἐπίσκεψαι, πῶς τοῦτο λέγεται, καθάπερ εἰ ῥωμαϊστί. ποία οὖν ἐνθάδε ὀφρὺς τοῦ ἐξηγουμένου;

Plut. de Stoic. repugn. cp. 9 p. 1035 b. Ἀλλὰ τοῦτόν γε τὸν λόγον, ὃν ἔσχατόν φησι δεῖν τάττεσθαι ⟨τὸν⟩ περὶ θεῶν, ἔθει προτάττει καὶ προεκτίθησι παντὸς ἠθικοῦ ζητήματος· οὔτε γὰρ περὶ Τελῶν, οὔτε περὶ Δικαιοσύνης, οὔτε περὶ Ἀγαθῶν καὶ Κακῶν, οὔτε περὶ Γάμου καὶ Παιδοτροφίας οὔτε περὶ Νόμου καὶ Πολιτείας φαίνεται τὸ παράπαν φθεγγόμενος,

εἰ μή, καθάπερ οἱ τὰ ψηφίσματα ταῖς πόλεσιν εἰσφέροντες προγράφουσιν Ἀγαθὴν Τύχην, οὕτω καὶ αὐτὸς προγράψειε τὸν Δία, τὴν Εἱμαρμένην, τὴν Πρόνοιαν, τὸ συνέχεσθαι μιᾷ δυνάμει τὸν κόσμον, ἕνα ὄντα καὶ πεπερασμένον.

Plut. de Stoic. repugn. cp. 24 p. 1046 a. τί οὖν σὺ (scil. Chrysippe), φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ’ ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δ’ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα.

Plut. de Stoic. repugn. cp. 10 p. 1036b. ὅτι δ’ αὐτὸς (scil. Chrysippus) οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐῤῥωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης, ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον ⟨αὐτῷ⟩, αὐτοὶ δήπου λέγουσι (scil. Stoici), τὴν δεινότητα θαυμάζοντες τἀνδρός καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ’ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι (Z 407) δαιμόνιε, φθίσει σε τὸ σὸν μένος ὡς μεγάλας ἀφορμὰς καθ’ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις.

Plut. de comm. not. cp. 1 p. 1050b (Stoicus aliquis dicit): ὡς οὐκ ἀπὸ τύχης ἀλλ’ ἐκ προνοίας θεῶν νομίζοι μετ’ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον. —  — Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς τὸ οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ’ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους.

Cicero de finibus I 2, 6. Quid enim est a Chrysippo praetermissum in Stoicis? Legimus tamen Diogenem, Antipatrum, Mnesarchum, Panaetium, multos alios in primisque familiarem nostrum Posidonium.

Quid sit philosophia. De partibus philosophiae. De ordine partium.

Aëtii Placita I. Prooem. 2 (D G p. 273, 11). Οἱ μὲν οὖν Στωϊκοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης· ἐπιτήδειον δὲ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· δι’ ἣν αἰτίαν καὶ τριμερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν.