Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ’ ἀνὴρ πλὴν εἰς Κλεάνθην· τοῦτο δ’ οὐκ εὐδαιμονῶ.οὕτω δ’ ἐπίδοξος ἐν τοῖς διαλεκτικοῖς ἐγένετο, ὥστε δοκεῖν τοὺς πλείους ὅτι εἰ παρὰ θεοῖς ἧν [ἡ] διαλεκτική, οὐκ ἂν ἧν ἄλλη ἢ ἡ Χρυσίππειος· πλεονάσας δὲ τοῖς πράγμασι τὴν λέξιν οὐ κατώρθωσε. πονικώτατός τε παρ’ ὁντινοῦν γέγονεν, ὡς δῆλος ἐκ τῶν συγγραμμάτων αὐτοῦ· τὸν ἀριθμὸν γὰρ ὑπὲρ πέντε καὶ ἑπτακόσιά ἐστιν. ἐπλήθυνε δὲ αὐτὰ πολλάκις ὑπὲρ τοῦ αὐτοῦ δόγματος ἐπιχειρῶν καὶ πᾶν τὸ ὑποπεσὸν γράφων καὶ διορθούμενος πλεονάκις πλείστῃ τε τῶν μαρτυριῶν παραθέσει χρώμενος· ὥστε καὶ ἐπειδή ποτε ἔν τινι τῶν συγγραμμάτων παρ’ ὀλίγον τὴν Εὐριπίδου Μήδειαν ὅλην παρετίθετο καί τις μετὰ χεῖρας εἶχε τὸ βιβλίον, πρὸς τὸν πυθόμενον τί ἄρα ἔχοι, ἔφη Χρυσίππου Μήδειαν. καὶ Ἀπολλόδωρος δὲ ὁ Ἀθηναῖος ἐν τῇ συναγωγῇ τῶν δογμάτων, βουλόμενος παριστάνειν, ὅτι τὰ Ἐπικούρου οἰκείᾳ δυνάμει γεγραμμένα καὶ ἀπαράθετα ὄντα μυρίῳ πλείω ἐστὶ τῶν Χρυσίππου βιβλίων, φησὶν οὕτως αὐτῇ τῇ λέξει· εἰ γάρ τις ἀφέλοι τῶν Χρυσίππου βιβλίων ὅσ’ ἀλλότρια παρατέθειται, κενὸς αὐτῷ ὁ χάρτης καταλελείψεται. καὶ ταῦτα μὲν Ἀπολλόδωρος. ἡ δὲ παρεδρεύουσα πρεσβῦτις αὐτῷ, ὥς φησι Διοκλῆς, ἔλεγεν ὡς πεντακοσίους γράφει στίχους ἡμερησίους. Ἑκάτων δέ φησιν ἐλθεῖν αὐτὸν ἐπὶ φιλοσοφίαν τῆς οὐσίας αὐτοῦ τῆς πατρῴας εἰς τὸ βασιλικὸν ἀναληφθείσης. Ἦν δὲ καὶ τὸ σωμάτιον εὐτελής, ὡς δῆλον ἐκ τοῦ ἀνδριάντος τοῦ ἐν Κεραμεικῷ, ὃς σχεδόν τι ὑποκέκρυπται τῷ πλησίον ἱππεῖ. ὅθεν αὐτὸν ὁ Καρνεάδης Κρύψιππον ἔλεγεν (secuntur apophthegmata). 183. Τέλος δὲ Ἀρκεσιλάῳ καὶ Λακύδῃ, καθά φησι Σωτίων ἐν τῷ ὀγδόῳ παραγενόμενος ἐν Ἀκαδημίᾳ συνεφιλοσόφησε· δι’ ἣν αἰτίαν καὶ κατὰ τῆς συνηθείας καὶ ὑπὲρ αὐτῆς ἐπεχείρησε· καὶ περὶ μεγεθῶν καὶ πληθῶν τῇ τῶν Ἀκαδημαϊκῶν συστάσει χρησάμενος.
Τοῦτον ἐν τῷ ᾠδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντα ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Κρονικοῖς (sequitur Laërtii epigramma). ἔνιοι δέ φασι γέλωτι συσχεθέντα αὐτὸν τελευτῆσαι· ὄνου γὰρ τὰ σῦκα αὐτῷ φαγόντος, εἰπόντα τῇ γραῒ διδόναι ἄκρατον ἐπιῤῥοφῆσαι τῷ ὄνῳ, ὑπερκαγχάσαντα τελευτῆσαι. Δοκεῖ δὲ ὑπερόπτης τις γεγονέναι. τοσαῦτα γοῦν συγγράψας οὐδενὶ τῶν βασιλέων προσπεφώνηκεν· ἠρκεῖτό τε γραϊδίῳ μόνῳ, καθὰ καὶ Δημήτριος ἐν Ὁμωνύμοις φησί. Πτολεμαίου τε πρὸς Κλεάνθην ἐπιστείλαντος ἢ αὐτὸν ἐλθεῖν ἢ πέμψαι τινά, Σφαῖρος μὲν ἀπῆλθε, Χρύσιππος δὲ περιεῖδε. μεταπεμψάμενος δὲ τοὺς τῆς ἀδελφῆς υἱεῖς, Ἀριστοκρέοντα καὶ Φιλοκράτην, συνεκρότησε. καὶ πρῶτος ἐθάῤῥησε σχολὴν ἔχειν ὕπαιθρον ἐν Αυκείῳ, καθάπερ ὁ προειρημένος Δημήτριος ἱστορεῖ.
Lucian. Macrob. 20 Χρύσιππος ἕν καὶ ὀγδοήκοντα (scil. ἔτη ἔζησεν).
Strabo XIV p. 671. γεγόνασι δ’ ἄνδρες ἐνθένδε (scil. Solis) τῶν ὀνομαστῶν Χρύσιππός τε ὁ Στωϊκὸς φιλόσοφος, πατρὸς ὢν Ταρσέως ἐκεῖθεν μετοικήσαντος etc.
Galenus Protrept. 7 p. 8, 22 Kaibel. τίς γὰρ ⟨ἄν⟩ ἧν Σταγίρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην, τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον.
Solinus 38, 9 p. 181 ed. M. Heliopolis antiquum oppidum Ciliciae fuit, patria Chrysippi, Stoïcae sapientiae potentissimi.
Ind. Stoic. Herc. col. XXXVIII. καὶ τἇλλ’ ὁμοίως ἔ(πρ)ατ|τεν, ἀλλὰ καὶ ἐπὶ τ(ὴν) | σχολὴν αἰεὶ τὴν α(ὐ)τὴν | ὥραν ἐξῄει καὶ ὁμοί | ως ἀπελύετο, ὥστε μη|(δένα) διαψεύδεσθαι τῶν | (γν)ωρίμων etc. (Ad Chrysippum haec pertinere probabile est).
Col. XXXIX, 3. γεγραμ(μέ)να περ(ὶ δικ)αι | οσύνης. 6. τῇ δ(ὲ καθ’ ἡ) | μέραν (δ)ιαίτ(ῃ . . . . . τατος ἐ|γένετο. . . . | ώτατος (καὶ . .
Ind. Stoic. Herc. col. XL πε)ρὶ τὴ(ν φυλακὴν) τῆς σκη|νῆς ἐκαρτέ(ρ)ει, μένουσα | κατὰ τ(ὴν) ἐξ ἀρχῆς τοῦ | βίου τά(ξιν. Οὔ)τε γὰρ ἀμί|δος ὁπότε σχοίη χρείαν | οὐθένα (ἔ)πασ(χεν) αὑτῷ | (ὑ)ποθεῖ(ν)αι· (πρὸ)ς τε τἀ|ναγκαῖα ἀνι(στά)μενος | (καθ)άπερ ὑγια(ίνων etc.
Pausanias I 17, 2. Ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθου τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι — — καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς.
Plut. de Stoic. repugn. cp. 2 p. 1033e. Ἀριστοκρέων γοῦν, ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐνέγραψε τόδε τὸ ἐλεγεῖον. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα.
Quintilianus instit. orat. XII 7, 9. at si res familiaris amplius aliquid ad usus necessarios exiget, secundum omnium sapientium leges patietur sibi gratiam referri, cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint.
Ind. Stoic. Herc. col. XLI. λέγετ(αι) δ’ εἶναι ταῦτα· ὡς οὐδεὶς ἂν | ἐκεῖνον οὔτε ταχέως με|τ’ ἄλλων εἶδεν ἢ τῶν ἀ|κροατῶν καὶ ζηλωτῶν | καὶ σε . . . .
Diog. Laërt. VII 183. οὕτω δ’ ἦν φρονηματίας (ὁ Χρύσιππος) ὥστ’ ἐρομένου τινός· τίνι συστήσω τὸν υἱόν εἰπεῖν· ἐμοί· εἰ γὰρ ὑπελάμβανον εἶναί τινα ἐμοῦ βελτίονα, παρ’ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπ’ αὐτοῦ λεχθῆναι. (κ 495) καὶ· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἥν στοά.
Diog. Laërt. VII 183. ἐν μέντοι ταῖς οἰνώσεσιν ἡσύχαζε παραφερόμενος τοῖς σκέλεσιν, ὥστ’ εἰπεῖν τὴν δούλην· Χρυσίππου μόνα τὰ σκέλη μεθύει.
Diog. Laërt. VII 182. πάλιν δὲ ἐπεί τις ζητῶν καταμόνας αὐτῷ διελέγετο εὐσταθῶς, ἐπεὶ δὲ θεωρῶν προσιόντα ὄχλον ἤρχετο φιλονικεῖν ἔφη (Eur Or. 253. 54) οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται· ταχὺς δὲ μετέθου λύσσαν ἀρτίως φρονῶν.
Diog. Laërt. VII 182. πρὸς δὲ τὸν κατεξανιστάμενον Κλεάνθους διαλεκτικὸν καὶ προτείνοντα αὐτῷ σοφίσματα· πέπαυσο, εἶπε, παρέλκων τὸν πρεσβύτερον ἀπὸ τῶν πραγματικωτέρων, ἡμῖν δὲ τοῖς νέοις ταῦτα προτίθει.
Diog. Laërt. VII 182. οὗτος ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.
Dio Chrysost. Or. XXXIII § 53 (V. I p. 312, 16 Arn.) (Tarsi) τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ⟨ἐλθεῖν⟩ αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν — — ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός. ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶ σύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον· καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται· κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος.
Seneca de constantia sapientis 17, 2 Chrysippus ait quendam indignatum, quod illum aliquis vervecem marinum dixerat.
Ind. Stoic. Herc. col. XLVI, 1. . α νοσῶν· Ὕλλος Σολεύς, ὃν καὶ Σφαίρῳ προεσχολακέναι φησὶν Ἀριστοκρέων ἐν ταῖς Χρυσίπ(που) ταφαῖς. Διαφάν(η)ς | . . . νίτης.
Col. XLVII, 3. Ἀπελλῆς | (ὁ ὁρ)μήσας (ἐπ’ Ἀ)ρι(σ)τόβου|(λο)ν διενεγ . . . . . ς, Ἡρα|κλείδης Σφ(αίρῳ) Ἀρκε|σίλᾳ) Ἀριστο(βούλῳ) | (πρ)ῶτον (ἐσχολακώς), Ἀ(ρισ)|τοκ(ρ)έων.
Supplementa col. XLVII. sunt Bücheleri, nisi quod πρότερον ἐσχολακώς ille.
Diog. Laërt. VII 189. Ἐπεὶ δὲ ἐνδοξότατα τὰ βιβλία ἐστὶν αὐτῷ (scil. Chrysippo), ἔδοξέ μοι καὶ τὴν πρὸς εἶδος ἀναγραφὴν αὐτῶν ἐνταῦθα καταχωρίσαι· καὶ ἔστι τάδε. I. Λογικοῦ Τόπου ⟨τοῦ περὶ τὴν Διάρθρωσιν τῶν λογικῶν Ἐννοιῶν⟩. θέσεις λογικαί τῶν τοῦ φιλοσόφου σκεμμάτων ὅρων διαλεκτικῶν πρὸς Μητρόδωρον αʹβʹγ'δʹεʹζʹ
Σύνταξις πέμπτη· περὶ τῶν πέντε πτώσεων αʹ περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ περὶ παρεμφάσεως πρὸς Στησαγόραν αʹβʹ περὶ τῶν προσηγορικῶν αʹβʹ. III. Λογικοῦ Τόπου περὶ τὰς Λέξεις καὶ τὸν κατ’ αὐτας Λόγον. Σύνταξις πρώτη· περὶ τῶν ἑνικῶν καὶ πληθυντικῶν ἐκφορῶν αʹβʹγʹδʹ εʹϛʹ περὶ λέξεων πρὸς Σωσιγένην καὶ Ἀλέξανδρον αʹβʹγʹδʹεʹ περὶ τῆς κατὰ τὰς λέξεις ἀνωμαλίας πρὸς Δίωνα αʹβʹγʹδ’ περὶ τῶν πρὸς τὰς φωνὰς σωρειτῶν λόγων αʹβʹγʹ περὶ σολοικισμῶν αʹ περὶ σολοικιζόντων λόγων πρὸς Διονύσιον αʹ λόγοι παρὰ τὰς συνηθείας αʹ λέξις πρὸς Διονύσιον αʹ. Σύνταξις δευτέρα· περὶ τῶν στοιχείων τοῦ λόγου καὶ τῶν λεγομένων αʹβʹγʹδʹεʹ περὶ τῆς συντάξεως τῶν λεγομένων αʹβʹγʹδʹ περὶ τῆς συντάξεως καὶ στοιχείων τῶν λεγομένων πρὸς Φίλιππον αʹβʹγʹ περὶ τῶν στοιχείων τοῦ λόγου πρὸς Νικίαν αʹ περὶ τοῦ πρὸς ἕτερα λεγομένου αʹ. Σύνταξις τρίτη· πρὸς τοὺς μὴ διαιρουμένους αʹβʹ περὶ ἀμφιβολιῶν πρὸς Ἀπολλᾶν αʹβʹγʹδʹ περὶ τῶν τροπικῶν ἀμφιβολιῶν αʹ περὶ συνημμένης τροπικῆς ἀμφιβολίας αʹβʹ πρὸς τὸ περὶ ἀμφιβολιῶν ανθοίδου αʹβʹ περὶ τῆς εἰς τὰς ἀμφιβολίας εἰσαγωγῆς αʹβʹγʹδʹεʹ ἐπιτομὴ τῶν πρὸς Ἐπικράτην ἀμφιβολιῶν αʹ συνημμένα πρὸς τὴν εἰσαγωγὴν τὴν εἰς τὰς ἀμφιβολίας αʹβʹ. IV. Λογικοῦ Τόπου πρὸς τοὺς Λόγους καὶ τοὺς Τρόπους. Σύνταξις πρώτη· τέχνη λόγων καὶ τρόπων πρὸς Διοσκουρίδην αʹβʹγʹδʹ εʹ περὶ τῶν λόγων αʹβʹγʹ περὶ τρόπων συστάσεως πρὸς Στησαγόραν αʹβʹ (συστάσεων D) σύγκρισις τῶν τροπικῶν ἀξιωμάτων αʹ περὶ ἀντιστρεφόντων λόγων καὶ συνημμένων αʹ πρὸς Ἀγάθωνα ἢ περὶ τῶν ἑξῆς προβλημάτων αʹ περὶ τοῦ τίνα συλλογιστικά τινος μετ’ ἄλλου τε καὶ μετ’ ἄλλων αʹ (τι- νός τε μετ’ ἄλλου καὶ μεγάλων D)
περὶ τῶν ἐπιφορῶν πρὸς Ἀρισταγόραν αʹ περὶ τοῦ τάττεσθαι τὸν αὐτὸν λόγον ἐν πλείοσι τρόποις αʹ πρὸς τὰ ἀντειρημένα τῷ τὸν αὐτὸν λόγον ἐν συλλογιστικῷ καὶ ἀσυλλο- γίστῳ τετάχθαι τρόπῳ αʹβʹ πρὸς τὰ ἀντειρημένα ταῖς τῶν συλλογισμῶν ἀναλύσεσι αʹβʹγʹ πρὸς τὸ περὶ τρόπων Φίλωνος πρὸς Τιμόστρατον αʹ λογικὰ συνημμένα πρὸς Τιμοκράτην καὶ Φιλομαθῆ εἰς τὰ περὶ λόγων καὶ τρόπων αʹ.Σύνταξις δευτέρα· περὶ τῶν περαινόντων λόγων πρὸς Ζήνωνα αʹ περὶ τῶν πρώτων καὶ ἀναποδείκτων συλλογισμῶν πρὸς Ζήνωνα αʹ περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν αʹ (cum anecedente permutat DF) περὶ τῶν παρελκόντων λόγων πρὸς Πάσυλον αʹβʹ περὶ τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων αʹ περὶ συλλογισμῶν εἰσαγωγικῶν πρὸς Ζήνωνα αʹ τῶν πρὸς εἰσαγωγὴν τρόπων πρὸς Ζήνωνα αʹβʹγʹ περὶ τῶν κατὰ ψευδῆ σχήματα συλλογισμῶν αʹβʹγʹδʹεʹ λόγοι συλλογιστικοὶ κατὰ ἀνάλυσιν ἐν τοῖς ἀναποδείκτοις αʹ τροπικὰ ζητήματα πρὸς Ζήνωνα καὶ Φιλομαθῆ αʹ (τοῦτο δοκεῖ ψευδε- πίγραφον). Σύνταξις τρίτη· περὶ τῶν μεταπιπτόντων λόγων πρὸς Ἀθηνάδην αʹ (ψευδεπίγραφον) λόγοι μεταπίπτοντες πρὸς τὴν μεσότητα αʹβʹγʹ (ψευδεπίγραφα) πρὸς τοὺς Ἀμεινίου διαζευκτικούς αʹ. Σύνταξις τετάρτη· περὶ ὑποθέσεων πρὸς Μελέαγρον αʹβʹγʹ λόγοι ὑποθετικοὶ εἰς τοὺς νόμους πρὸς Μελέαγρον πάλιν αʹ λόγοι ὑποθετικοὶ πρὸς εἰσαγωγήν αʹβʹ λόγοι ὑποθετικοὶ θεωρημάτων αʹβʹ λύσις τῶν Ἡδόλου ὑποθετικῶν αʹβʹ λύσις τῶν Ἀλεξάνδρου ὑποθετικῶν αʹβʹγʹ (ψευδεπίγραφα) περὶ ἐκθέσεων πρὸς Λαοδάμαντα αʹ. Σύνταξις πέμπτη· περὶ τῆς εἰς τὸν ψευδόμενον εἰσαγωγῆς πρὸς τὸν Ἀριστοκρέοντα αʹ λόγοι ψευδόμενοι πρὸς εἰσαγωγὴν αʹ περὶ τοῦ ψευδομένου πρὸς Ἀριστοκρέοντα αʹβʹγʹδʹεʹϛʹ. Σύνταξις ἕκτη· πρὸς τοὺς νομίζοντας καὶ ψευδῆ καὶ ἀληθῆ εἶναι αʹ πρὸς τοὺς διὰ τῆς τομῆς διαλύοντας τὸν ψευδόμενον λόγον πρὸς Ἀριστο- κρέοντα αʹβʹ ἀποδείξεις πρὸς τὸ μὴ δεῖν τέμνειν τὰ ἀόριστα αʹ
πρὸς τὰ ἀντειρημένα τοῖς κατὰ τῆς τομῆς τῶν ἀορίστων πρὸς Πάσυλον αʹβʹγʹ λύσις κατὰ τοὺς ἀρχαίους πρὸς Διοσκουρίδην αʹ περὶ τῆς τοῦ ψευδομένου λύσεως πρὸς Ἀριστοκρέοντα αʹβʹγʹ λύσις τῶν Ἡδύλου ὑποθετικῶν πρὸς Ἀριστοκρέοντα καὶ Ἀπολλᾶν αʹ. Σύνταξις ἑβδόμη· πρὸς τοὺς φάσκοντας τὰ λήμματα ἔχειν ψευδῆ τὸν ψευδόμενον λόγον αʹ περὶ ἀποφάσκοντος πρὸς τὸν Ἀριστοκρέοντα αʹβʹ λόγοι ἀποφάσκοντες πρὸς γυμνασίαν αʹ περὶ τοῦ παρὰ μικρὸν λόγου πρὸς Στησαγόραν αʹβʹ περὶ τῶν εἰς τὰς ὑπολήψεις λόγων καὶ ἡσυχαζόντων πρὸς Ὀνήτορα αʹβʹ περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον αʹβʹ περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην αʹ.