Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Sextus adv. math. IX 40. τινὰ μὲν γὰρ λόγου ἴσως ἔχεται, καθάπερ τὸ τὴν γῆν θεὸν νομίζειν, οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην.
Ioannes Laurentius Lydus de mensibus IV 44 p. 212 ed. Röther. Ὁ δὲ Χρύσιππος οὐ Διώνην ἀλλὰ Διδόνην αὐτὴν ὀνομάζεσθαι ἀξιοῖ παρὰ τὸ ἐπιδιδόναι τὰς τῆς γενέσεως ἡδονάς, Κύπριν δὲ ὀνομασθῆναι παρὰ τὸ κύειν παρέχειν, καὶ Κυθερείην ὁμοίως παρὰ τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις τὸ κύειν ἐπιδιδόναι.
Plutarchus Quaest. Conviv. IX 14. Herodes rhetor dicit: ἐγὼ δὲ μεταποιοῦμαί τι καὶ τῆς Τερψιχόρης· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον.
Scholia in Aratum v. 1. μετέβη ἐπὶ τὸν κατ’ ἐπωνυμίαν Δία, τὸν φυσικόν, ὅς ἐστιν ἀήρ. καὶ γὰρ τὸν ἀέρα Δία λέγουσιν· οὗτος γάρ ἐστι κατὰ τοὺς Στωϊκοὺς ὁ διὰ πάντων διήκων. ἔνιοι γοῦν φασὶ τὸν Πρωτέα τοῦτον εἶναι τὸν ἀέρα. αἰνίττεται γὰρ καὶ Ὅμηρος λέγων γίγνετο δ’ ὑγρὸν ὕδωρ, καὶ δένδρον ὑψιπέτηλον καὶ πῦρ. οὗτος γάρ ἐστι πηγὴ πάντων.
Aëtius Plac. I 8, 2. Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωϊκοὶ δαίμονας ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων· καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθάς, κακοὺς δὲ τὰς φαύλας.
Diogenes Laërt. VII 151. φασὶ δὲ εἶναι καί τινας δαίμονας ἀνθρώπων συμπάθειαν ἔχοντας, ἐπόπτας τῶν ἀνθρωπείων πραγμάτων· καὶ ἥρωας τὰς ὑπολελειμμένας τῶν σπουδαίων ψυχάς.
Plutarchus de Isides et Osiride cp. 25 p. 360e. Βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτ’ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομί ζοντες, οὓς καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐῤῥωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας
ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει [ἐν] συνειληχός, ἡδονὴν δεχόμενον καὶ πόνον καὶ ὅσα ταύταις ἐγγενόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον τοὺς δὲ ἧττον ἐπιταράττει.Plutarchus de oraculorum defectu cp. 17. Ἀλλὰ φαύλους μέν, ἔφη, δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἔτι δὲ Δημόκριτος.
Sextus adv. math. IX 71. καὶ γὰρ οὐδὲ τὰς ψυχὰς ἔνεστιν ὑπονοῆσαι κάτω φερομένας (scil. εἰς Ἅιδου). λεπτομερεῖς γὰρ οὖσαι καὶ οὐχ ἧττον πυρώδεις ἢ πνευματώδεις εἰς τοὺς ἄνω μᾶλλον τόπους κουφοφοροῦσιν. καὶ καθ’ αὑτὰς δὲ διαμένουσι καὶ οὐχ, ὡς ἔλεγεν Ἐπίκουρος, ἀπολυθεῖσαι τῶν σωμάτων καπνοῦ δίκην σκίδνανται. οὐδὲ γὰρ πρότερον τὸ σῶμα διακρατητικὸν ἦν αὐτῶν, ἀλλ’ αὐταὶ τῷ σώματι συμμονῆς ἦσαν αἴτιαι, πολὺ δὲ πρότερον καὶ ἑαυταῖς. ἔκσκηνοι γοῦν ἡλίου γενόμεναι τὸν ὑπὸ σελήνην οἰκοῦσι τόπον, ἐνθάδε τε διὰ τὴν εἰλικρίνειαν τοῦ ἀέρος πλείονα πρὸς διαμονὴν λαμβάνουσι χρόνον, τροφῇ τε χρῶνται οἰκείᾳ τῇ ἀπὸ γῆς ἀναθυμιάσει ὡς καὶ τὰ λοιπὰ ἄστρα, τὸ διαλῦόν τε αὐτὰς ἐν ἐκείνοις τοῖς τόποις οὐκ ἔχουσιν. εἰ οὖν διαμένουσιν αἱ ψυχαί, δαίμοσιν αἱ αὐταὶ γίνονται.
Ad totam de providentia doctrinam conferenda est Ciceronis in altero de natura deorum disputatio, quam exscribere nolui.
Cicero de nat. deor. III 92. vos enim ipsi dicere soletis nihil esse, quod deus efficere non possit, et quidem sine labore ullo; ut enim hominum membra nulla contentione mente ipsa ac voluntate moveantur, sic numine deorum omnia fingi moveri mutarique posse. Neque id dicitis superstitiose atque aniliter, sed physica constantique ratione; materiam enim rerum ex qua et in qua omnia sint, totam esse flexibilem et commutabilem, ut nihil sit, quod non ex ea quamvis subito fingi convertique possit, eius autem universae fictricem et moderatricem divinam esse providentiam; hanc igitur, quocunque se moveat, efficere posse quicquid velit.
Plutarchus de Iside et Osiride cp. 45 p. 369a. οὔτε γὰρ ἐν ἀψύχοις σώμασιν τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτε ἀποίου δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωϊκοί, περιγιγνομένην ἀπάντων καὶ κρατοῦσαν.