Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Scholia Hesiod. Theogon. v. 135. Ῥεία ἡ ἐξ ὄμβρων χύσις ἐστί, κατὰ δὲ τὸν Χρύσιππον ἡ γῆ Ῥέα ἡ φθαρτική, ὅτι εἰς αὐτὴν ἀναλυόμεθα καὶ ὅτι πάντες τῶν ἐν αὐτῇ διαῤῥέουσι. Θέμιν γὰρ τὴν θέσιν τοῦ παντὸς τὴν ἀμετάθετον, Μνημοσύνην δὲ τὴν ἐπιμονὴν τῆς διαπλάσεως τῶν ζῴων. Ibid. v. 136. Φοίβην· τὸ καθαρὸν τοῦ ἀέρος, διὰ τοῦτο καὶ χρυσοστέφανον· καθαρὸς γὰρ ὁ χρυσός. Τηθύν τ’ ἐρατεινήν· τὴν τροφὸν ἢ τὴν πλευστὴν θάλασσαν, τὴν διὰ κέρδος τρέφουσαν.

Scholia Hesiod. Theogon. v. 134. ἀλληγοροῦσι δὲ ἄλλως τὸν μὲν Κοῖον εἶναι τὴν ποιότητα καὶ Κρεῖον τὴν κρίσιν· Ὑπερίονα δὲ τὸν οὐρανόν, τὸν ὑπεράνω ἡμῶν ἰόντα, καὶ Ἰαπετὸν τὴν κίνησιν αὐτοῦ, παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι. ὁ γὰρ οὐρανὸς ἀεικίνητός ἐστι. ἄλλως· Ἰαπετὸν λέγει τὴν τοῦ λογισμοῦ κίνησιν παρὰ τὸ πάντα ἀνερευνᾶν καὶ ζητεῖν περὶ πάντων. Cf. Cornutus c. 17. Κοῖος δὲ (scil. ὠνομάσθη ὁ λόγος), καθ’ ὃν ποιά τινα τὰ ὄντα ἐστί· τῷ γὰρ κ πολλαχοῦ οἱ Ἴωνες ἀντὶ τοῦ π ἐχρῶντο. —  — Ὑπερίων δέ, καθ’ ὃν ὑπεράνω τινὰ ἑτέρων περιπορεύεται.

Scholia Hesiod. Theog. v. 459. νομίζεται δὲ παῖς Οὐρανοῦ καὶ Γῆς (scil. ὁ Κρόνος) ὅτι ἐκ τῆς ἐπιτολῆς τῶν ὑπὲρ γῆς καὶ ὑπὸ γῆν ἄστρων ὁ χρόνος γίνεται. διὰ γὰρ τούτων καὶ ἡμερονύκτιον καὶ μῆνα καὶ καιρὸν διορίζομεν. καταπίνειν δὲ λέγεται τὰ τέκνα, ὅτι ὅσα διὰ χρόνου γίνεται, τῷ χρόνῳ πάλιν συνδιαφθείρεται. Cf. Cornutus c. 6 (de Crono) καὶ ὁ χρόνος δὲ τοιοῦτόν τί ἐστι· δαπανᾶται γὰρ ὑπ’ αὐτοῦ τὰ γινόμενα ἐν αὐτῷ.

Scholia Hesiod. Theog. v. 459. ἡ δὲ ἐκτομὴ αὐτοῦ (scil. τοῦ κρόνου) οὕτως ἀναλύεται· ὅτι τοῦ Οὐρανοῦ καὶ τῆς γῆς μίξεως γενομένης ἐζῳογονεῖτο πολλά· εἶτα τοῦ χρόνου ἕκαστα διακρίναντος καὶ τὰ γεννηθέντα ἐκ τῆς πρὸς ἄλληλα μίξεως ζῳογονοῦντος ἐκτετμῆσθαι τὸν Οὐρανὸν εἴρηται.

Etymologicum Magn. s. v. Κρόνος. Τὸν Κρόνον φασὶν ἐκ τοῦ κρᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων καὶ μίξαι τὸ θῆλυ τῷ ἄρρενι. Χρύσιππος δέ φησιν [ὅτι] καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν ἔκκρισιν τούτων Κρόνον ὠνομάσθαι.

Scholia Hesiod. Theog. v. 459 (p. 256 Flach). Κρόνος εἴρηται ἀπὸ τοῦ κερᾶν καὶ κιρνᾶν ἕκαστα τῶν γενεθλιωμάτων καὶ μῖξαι τὸ θῆλυ τῷ ἄῤῥενι. Χρύσιππος δέ φησι, καθύγρων ὄντων τῶν ὅλων καὶ ὄμβρων καταφερομένων πολλῶν, τὴν τούτων ἔκκρισιν Κρόνον ὠνομάσθαι. Cf. ibid. v. 137. Κρόνον τὴν ἀπόκρισιν τῶν στοιχείων, ἢν ἀπ’ ἀλλήλων ποιησάμενα ἄνευ τάξεως λοιπὸν διέμειναν et ad v. 459 paulo infra: ἄλλοι δέ φασι Κρόνον εἰρῆσθαι, ὅτι πρῶτος θεῶν εἰς κρίσιν ἐπέβαλε.

Cicero de nat. deor. II 64. Saturnum autem eum esse voluerunt, qui cursum et conversionem spatiorum ac temporum contineret, qui deus Graece id ipsum nomen habet; Κρόνος enim dicitur, qui est idem χρόνος, id est spatium temporis. —  — ex se enim natos comesse fingitur solitus, quia consumit aetas temporum spatia —  — vinctus autem a Iove, ne immoderatos cursus haberet, atque ut eum siderum vinclis alligaret.

Scholia Hesiod. Theog. v. 211. τρεῖς δέ φασιν εἶναι τὰς Μοίρας, τὴν μὲν Κλωθώ, ὡς ἐπικλώθουσαν ἑνὶ ἑκάστῳ τῶν ὑπὸ γένεσιν τὸ εἱμαρμένον, τὴν δὲ Λάχεσιν ἀπὸ τοῦ λαγχάνειν, ὡς ἐπικληροῦσαν τῷ μὲν ἀγαθόν, τῷ δὲ ἐναντίον, τὴν δὲ Ἄτροπον, ὡς ποιοῦσαν τὸ ἀποκληρωθὲν ἀμετάτρεπτον. Cf. Cornutus cp. 13.

Plutarchus de Iside et Osiride cp. 40 p. 367c. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωϊκῶν θεολογουμένοις ἐστί. καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάσσης. Cf. cp. 56 apud eundem.

Plutarchus in Amatorio cp. 13 p. 757 b. ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ (scil. Martis) κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν.

Macrobius Saturn. I 17, 7. Plato solem Ἀπόλλωνα scribit cognominatum ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας id est a iactu radiorum, Chrysippus Apollinem ὡς οὐχὶ τῶν πολλῶν καὶ φαύλων

οὐσιῶν τοῦ πυρὸς ὄντα, primam enim nominis litteram retinere significationem negandi, ἢ ὅτι μόνος ἐστὶ καὶ οὐχὶ πολλοί.

Iustinus Apol. I 64. Καὶ τὴν Ἀθηνᾶν δὲ ὁμοίως πονηρευόμενοι θυγατέρα τοῦ Διὸς ἔφασαν οὐκ ἀπὸ μίξεως, ἀλλ’ ἐπειδὴ ἐννοηθέντα τὸν θεὸν διὰ λόγου τὸν κόσμον ποιῆσαι ἔγνωσαν, ὡς τὴν πρώτην ἔννοιαν ἔφασαν τὴν Ἀθηνᾶν.