Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ὁρῶ τούτους, ἔφην. ἡ δὲ γυνὴ ἐκείνη τίς ἐστιν ἡ ὥσπερ τυφλὴ καὶ μαινομένη τις εἶναι δοκοῦσα καὶ ἑστηκυῖα ἐπὶ λίθου τινὸς στρογγύλου;

Καλεῖται μέν, ἔφη, Τύχη· ἔστι δὲ οὐ μόνον τυφλὴ καὶ μαινομένη, ἀλλὰ καὶ κωφή.

Αὕτη οὖν τί ἔργον ἔχει;

Περιπορεύεται πανταχοῦ, ἔφη· καὶ παρʼ ὧν μὲν ἁρπάζει τὰ ὑπάρχοντα καὶ ἑτέροις δίδωσι· παρὰ δὲ τῶν αὐτῶν πάλιν ἀφαιρεῖται παραχρῆμα ἃ δέδωκε καὶ ἄλλοις δίδωσιν εἰκῆ καὶ ἀβεβαίως. διὸ καὶ τὸ σημεῖον καλῶς μηνύει τὴν φύσιν αὐτῆς.

Ποῖον τοῦτο; ἔφην ἐγώ.

Ὅτι ἐπὶ λίθου στρογγύλου ἕστηκεν.

Εἶτα τί τοῦτο σημαίνει;

Οὐκ ἀσφαλὴς οὐδὲ βεβαία ἐστὶν ἡ παρʼ αὐτῆς δόσις. ἐκπτώσεις γὰρ μεγάλαι καὶ σκληραὶ γίνονται, ὅταν τις αὐτῇ πιστεύσῃ.