Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Πάντες πίνουσιν, ἔφη, ἀλλʼ οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον. Ἔτι δὲ οὐχ ὁρᾷς ἔνδον τῆς πύλης πλῆθός τι γυναικῶν ἑτέρων παντοδαπὰς μορφὰς ἐχουσῶν;

Ὁρῶ.

Αὗται τοίνυν Δόξαι καὶ Ἐπιθυμίαι καὶ Ἡδοναὶ καλοῦνται. ὅταν οὖν εἰσπορεύηται ὁ ὄχλος, ἀναπηδῶσιν αὗται καὶ πλέκονται πρὸς ἕκαστον, εἶτα ἀπάγουσι.

Ποῦ δὲ ἀπάγουσιν αὐτούς;

Αἱ μὲν εἰς τὸ σώζεσθαι, ἔφη, αἱ δὲ εἰς τὸ ἀπόλλυσθαι διὰ τὴν ἀπάτην.

Ὦ δαιμόνιε, ὡς χαλεπὸν τὸ πόμα λέγεις.

Καὶ πᾶσαί γε, ἔφη, ἐπαγγέλλονται ὡς ἐπὶ τὰ βέλτιστα

ἄξουσαι καὶ εἰς βίον εὐδαίμονα καὶ λυσιτελῆ. οἱ δὲ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὅν πεπώκασι παρὰ τῆς Ἀπάτης, οὐχ εὑρίσκουσι ποία ἐστὶν ἡ ἀληθινὴ ὁδὸς ἡ ἐν τῷ Βίῳ, ἀλλὰ πλανῶνται εἰκῆ, ὥσπερ ὁρᾷς καὶ τοὺς πρότερον εἰσπορευομένους ὡς περιάγονται ὅποι ἂν τύχῃ.