Batrachomyomachia
Batrachomyomachia
Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.
Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων, Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·οἴκαδʼ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδʼ ἐκέλευεν·οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει·ἀγχοῦ δʼ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαικαὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην·καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.καὶ τότʼ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων, κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·