Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • Πτερνογλύφον δὲ ἰδὼν Καλαμίνθιος ἐς φόβον ἦλθεν,
  • ἥλατο δʼ ἐς λίμνην φεύγων τὴν ἀσπίδα ῥίψας.
  • Λιτραῖον δʼ ἀρʼ ἔπεφνεν ἀμύμων Βορβοροκοίτης,
  • χερμαδίῳ πλήξας κατὰ βρέγματος· ἐγκέφαλος δὲ
  • ἐκ ῥινῶν ἔσταξε, παλάσσετο δʼ αἵματι γαῖα.
  • Λειχοπίναξ δʼ ἔκτεινεν ἀμύμονα Βορβοροκοίτην,
  • ἔγχει ἐπαΐξας· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
  • Πρασσαῖος δὲ ἰδὼν ποδὸς εἵλκυσε νεκρὸν ἐόντα,
  • ἐν λίμνῃ δʼ ἀπέπνιξε κρατήσας χειρὶ τένοντα.
  • Ψιχάρπαξ δʼ ἤμυνʼ ἑτάρου περὶ τεθνειῶτος
  • καὶ βάλε Πρασσαῖον κατὰ νηδύος ἐς μέσον ἧπαρ,
  • πῖπτε δέ οἱ πρόσθεν, ψυχὴ δʼ Ἀϊδόσδε βεβήκει.