De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἀλλὰ ταύτην μὲν οὐκ ἄν τις ἀμφισβητήσειεν ἑνοῦσθαι τῷ τρεφομένῳ σώματι, συνδιαπλεκομένην τε καὶ περιπλαττομένην πᾶσι τοῖς τούτου μέρεσι καὶ μορίοις· τὴν δὲ ἑτέρως ἔχουσαν καὶ παρὰ φύσιν φθείρεσθαι μὲν ταχέως, ἢν ἐῤῥωμενεστέρᾳ συμμίξῃ δυνάμει, φθείρειν δὲ σὺν εὐμαρείᾳ τὴν κρατηθεῖσαν, εἴς τε μοχθηροὺς ἐκτρέπεσθαι χυμοὺς καὶ

v.1.p.60
φαρμακώδεις ποιότητας, ὡς μηδὲν οἰκεῖον ἢ φίλον τῷ τρεφομένῳ σώματι φέρουσαν.

Καὶ τούτου τεκμήριον μέγιστον τὸ πολλοῖς τῶν τρεφομένων ζώων ἐκ τούτων ἐπακολουθεῖν ἄλγος ἢ κίνδυνον ἢ θάνατον, ἢν ὑπὸ σφοδροτέρας ὀρέξεως τῇ τροφῇ καταμεμιγμένον συνεφελκύσηταί τι φαρμακῶδες καὶ παρὰ φύσιν· ὃ δὴ καὶ πάντως φθαρτικὸν ἂν εἴη τοῦ τρεφομένου σώματος, εἴ γε τρέφεται μὲν τὰ τρεφόμενα τοῖς οἰκείοις καὶ κατὰ φύσιν, φθείρεται δὲ τοῖς ἐναντίοις.

Εἴπερ οὗν τῇ διαφορᾷ τῶν τῇ φύσει διαφερόντων ζώων ἡ κατὰ φύσιν συνδιῄρηται τροφή, καὶ ταύτης γε αὐτῆς οὔτε πᾶν ὅπερ ἂν προσενέγκηται τὸ ζῶον οὔτε τὸ τυχὸν ἐκ τούτου τὴν πρὸς τὸ τρεφόμενον σῶμα δέχεται σύγκρασιν, ἀλλ᾿ αὐτὸ μόνον τὸ διὰ πάσης πέψεως κεκαθαρμένον καὶ μεταβεβληκὸς εἰλικρινῶς πρὸς τὴν τοῦ ποιοῦ σώματος ἕνωσιν καὶ τοῖς τρεφομένοις μέρεσιν εὐάρμοστον, εὔδηλον ὡς οὐδὲν τῶν παρὰ φύσιν ἑνωθείη ποτ᾿ ἂν τούτοις οἶς οὐκ ἔστι τροφὴ προσφυὴς καὶ κατάλληλος, ἀλλ᾿ ἤτοι κατ᾿ αὐτὴν τὴν κοιλίαν διαχωρεῖ, πρὶν ἕτερόν τινα γεννῆσαι χυμόν, ὠμὸν καὶ διεφθαρμένον, ἢ συστὰν ἐπὶ πλεῖον τίκτει πάθος ἢ νόσον δυσίατον, συνδιαφθείρουσαν καὶ τὴν κατὰ φύσιν τροφὴν ἢ καὶ αὐτὴν τὴν τῆς τροφῆς δεομένην σάρκα. Ἀλλὰ κἂν ἀπωσθῇ ποτε, φαρμάκοις τισὶν ἢ σιτίοις βελτίοσιν ἢ ταῖς φυσικαῖς δυνάμεσι νικηθέν, μετ᾿ οὐκ ὀλίγης ἐξεῤῥύη τῆς βλάβης, ὡς μηδὲν φέρον τοῖς κατὰ φύσιν εἰρηνικὸν διὰ τὸ πρὸς τὴν φύσιν ἀσύγκρατον.