De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἐμοὶ δὲ δοκοῦσιν οἱ τοιοῦτοι πρῶτον μὲν τὴν τοῦ δημιουργήσαντος καὶ διοικοῦντος τόδε τὸ πᾶν ἀγνοεῖν δύναμίν τε καὶ σοφίαν, ἑκάστου ζώου φύσει καὶ γένει τὴν προσφυῆ καὶ κατάλληλον συναρμόσαντος τροφήν, καὶ μήτε πᾶσαν φύσιν πρὸς ἕνωσιν ἢ κρᾶσιν παντὸς σώματος ἰέναι δικαιώσαντος μήτε πρὸς διάκρισιν τῶν ἑνωθέντων ἀπόρως ἔχοντος, ἀλλὰ καὶ τῇ καθ᾿ ἕκαστον φύσειν τῶν γενομένων τὸ δρᾶν ἢ πάσχειν ἃ πέφυκεν ἐπιτρέποντος, ἄλλοτε καὶ κωλύοντος, καὶ πᾶν ὃ βούλεται καὶ πρὸς ὃ βούλεται συγχωροῦντος ἢ μεταστρέφοντος· πρὸς δὲ τοῖς εἰρημένοις μηδὲ τὴν ἑκάστου τῶν τρεφόντων ἢ τρεφομένων ἐπεσκέφθαι δύναμίν τε καὶ φύσιν.

Ἦ γὰρ ἂν ἔγνωσαν ὅτι μὴ πᾶν ὃ προσφέρεταί τις ὑπενδόσει τῆς ἔξωθεν ἀνάγκης, τοῦτο γίνεται τῷ ζώῳ τροφὴ προσφυής· ἀλλὰ τὰ μὲν ἅμα τῷ προσομιλῆσαι τοῖς περιπτυσσομένοις τῆς κοιλίας μέρεσι φθείρεσθαι πέφυκεν, ἐμούμενα τε καὶ διαχωρούμενα καὶ τρόπον ἕτερον διαφορούμενα, ὡς μηδὲ κατὰ βραχὺ τὴν πρώτην καὶ κατὰ φύσιν ὑπομεῖναι πέψιν, ἤ πού γε τὴν εἰς τὸ τρεφόμενον σύγκρασιν· ὡσπεροῦν οὐδὲ πᾶν τὸ πεφθὲν καὶ τὴν πρώτην δεξάμενον μεταβολὴν τοῖς τρεφομένοις μορίοις προσπελάζει πάντως, τινῶν μὲν κατ᾿ αὐτὴν τὴν γαστέρα τῆς θρεπτικῆς δυνάμεως ἀποκρινομένων, τῶν δὲ κατὰ τὴν δευτέραν μεταβολὴν καὶ τὴν ἐν

v.1.p.59
ἥπατι γινομένην πέψιν διακρινομένων, καὶ πρὸς ἕτερόν τι μεταχωρούντων ὃ τὴν τοῦ τρέφειν ἐκβέβηκε δύναμιν· καὶ αὐτῆς γε τῆς ἐν ἥπατι γινομένης μεταβολῆς οὐ πάσης εἰς τροφὴν ἀνθρώποις χωρούσης, ἀλλ᾿ εἰς ἃ πέφυκε περιττώματα διακρινομένης· τῆς τε καταλειφθείσης τροφῆς ἐν αὐτοῖς ἐσθ᾿ ὅτε τοῖς τρεφομένοις μέρεσι καὶ μορίοις πρὸς ἕτερόν τι μεταβαλλούσης, κατὰ τὴν ἐπικράτειαν τοῦ πλεονάζοντος ἢ περιττεύοντος καὶ φθείρειν πως ἢ πρὸς ἑαυτὸ τρέπειν τὸ πλησιάσαν εἰωθότος.

Πολλῆς οὖν οὔσης ἐν πᾶσι τοῖς ζώοις τῆς φυσικῆς διαφορᾶς, καὶ αὐτῆς γε τῆς κατὰ φύσιν τροφῆς ἑκάστῳ γένει ζώου καὶ τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένης, τριττῆς δὲ κατὰ τὴν ἑκάστου ζώου τροφὴν γινομένης καθάρσεως καὶ διακρίσεως, δεῖ πάντως φθείρεσθαι μὲν καὶ διαχωρεῖν ᾗ πέφυκεν ἢ πρὸς ἕτερόν τι μεταβάλλειν πᾶν ὁπόσον ἀλλότριον εἰς τὴν τοῦ ζώου τροφήν, ὡς συγκραθῆναι μὴ δυνάμενον, συμβαίνουσαν δὲ καὶ κατὰ φύσιν εἶναι τὴν τοῦ τρέφοντος σώματος δύναμιν ταῖς τοῦ τρεφομένου μένου ζώου δυνάμεσι, καὶ ταύτην ἐλθοῦσαν δι᾿ ὧν πέφυκε κριτηρίων καὶ καθαρθεῖσαν ἀκριβῶς τοῖς φυσικοῖς καθαρσίοις εἰλικρινεστάτην γενέσθαι πρόσληψιν εἰς οὐσίαν· ἣν δὴ καὶ μόνην ἐπαληθεύων ἄν τις τοῖς πράγμασιν ὀνομάσειεν τροφήν, ὡς ἀποβάλλουσαν πᾶν ὁπόσον ἀλλότριον καὶ βλαβερὸν εἰς τὴν τοῦ τρεφομένου ζώου σύστασιν καὶ τὸν πολὺν ἐκεῖνον ὄγκον ἐπεισαχθέντα πρὸς τὴν τῆς γαστρὸς ἀποπλήρωσιν καὶ τὴν τῆς ὀρέξεως θεραπείαν.