De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ὃ δὴ καὶ κοινότερον

v.1.p.67
σκοποῦντες εὑρίσκομεν ὅτι πᾶς εὗ φρονῶν καὶ λογικῇ κρίσει πρὸς τὸ ποιεῖν τι κινούμενος οὐδὲν ὧν κατὰ πρόθεσιν ἐνεργεῖ ποιεῖ μάτην, ἀλλ᾿ ἤτοι τῆς ἰδίας ἕνεκεν χρήσεως ἢ διὰ Χρείαν ἄλλου τινὸς ὧν πεφρόντικεν ἢ δι᾿ αὐτὸ τὸ γινόμενον, ὁλκῇ τινι φυσικῇ καὶ στοργῇ πρὸς τὴν αὐτοῦ γένεσιν κινούμενος· οἷον (λεγέσθω γὰρ δι᾿ εἰκόνος τινός, ἵνα σαφὲς γένηται τὸ προκείμενον) ἄνθρωπος ποιεῖ μὲν οἶκον διὰ τὴν ἰδίαν χρείαν, ποιεῖ δὲ βουσὶ καὶ καμήλοις ἢ τοῖς ἄλλοις ζώοις, ὧν ἐστιν ἐνδεής, τὴν ἑκάστῳ τούτων ἁρμόζουσαν σκέπην, οὐκ ἰδίας ἕνεκεν χρήσεως κατὰ τὸ φαινόμενον, ἀλλὰ κατὰ μὲν τὸ τέλος διὰ τοῦτο, κατὰ δὲ τὸ προσεχὲς διὰ τὴν τούτων ὧν πεφρόντικεν ἐπιμέλειαν· ποιεῖται δὲ καὶ παῖδας οὔτε διὰ χρείαν ἰδίαν οὔτε δι᾿ ἕτερόν τι τῶν αὐτῷ προσηκόντων, ἀλλ᾿ ἐπὶ τῷ εἶναί τε καὶ διαμένειν καθ᾿ ὅσον οἷόν τε τοὺς ὑπ᾿ αὐτοῦ γεννωμένους, τῇ τῶν παίδων καὶ τῶν ἐγγόνων διαδοχῇ τὴν ἑαυτοῦ τελευτὴν παραμυθούμενος καὶ ταύτῃ τὸ θνητὸν ἀπαθανατίζειν οἰόμενος.

Ἀλλὰ ταῦτα μὲν ὑπὸ τούτων. Ὁ μέντοι θεὸς οὔτ᾿ ἂν μάτην ἐποίησε τὸν ἄνθρωπον· ἔστι γὰρ σοφός, οὐδὲν δὲ σοφίας ἔργον μάταιον· οὔτε διὰ χρείαν ἰδίαν· παντὸς γάρ ἐστιν ἀπροσδεής. Τῷ δὲ μηδενὸς δεομένῳ τὸ παράπαν οὐδὲν τῶν ὑπ᾿ αὐτοῦ γενομένων συντελέσειεν ἄν εἰς χρείαν ἰδίαν. Ἀλλ᾿ οὐδὲ διά τινα τῶν ὑπ᾿ αὐτοῦ γενομένων ἔργων ἐποίησε τὸν ἄνθρωπον. Οὐδὲν γὰρ τῶν λόγῳ καὶ κρίσει χρωμένων οὔτε τῶν μειζόνων οὔτε τῶν καταδεεστέρων γέγονεν ἢ γίνεται πρὸς ἑτέρου χρείαν, ἀλλὰ διὰ τὴν ἰδίαν αὐτῶν τῶν γενομένων ζωήν τε καὶ διαμονήν.