De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἰτέον δὲ ἐπὶ τὸ προκείμενον, καὶ δεικτέον ἀληθῆ τὸν περὶ τῆς ἀναστάσεως λόγον ἀπό τε τῆς αἰτίας αὐτῆς, καθ᾿ ἣν καὶ δι᾿ ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος οἵ τε μετ᾿ ἐκεῖνον, εἰ καὶ μὴ κατὰ τὸν ὅμοιον γεγόνασι τρόπον, ἀπό τε τῆς κοινῆς πάντων ἀνθρώπων ὡς ἀνθρώπων φύσεως, ἔτι δὲ ἀπὸ τῆς τοῦ ποιήσαντος ἐπὶ τούτοις κρίσεως, καθ᾿ ὅσον ἕκαστος ἔζησε χρόνον καὶ καθ᾿ οὓς ἐπολιτεύσατο νόμους, ἣν οὐκ ἄν τις ἀμφισβητήσειεν εἶναι δικαίαν.

Ἔστι δὲ ὁ μὲν ἀπὸ τῆς αἰτίας λόγος, ἐὰν ἐπισκοπῶμεν πότερον ἁπλῶς καὶ μάτην γέγονεν ἄνθρωπος ἤ τινος ἕνεκεν· εἰ δέ τινος ἕνεκεν, πότερον ἐπὶ τοῦτο γενόμενον αὐτὸ τὸ ζῆν καὶ διαμένειν καθ᾿ ἣν ἐγένετο φύσιν ἢ διὰ χρείαν τινός· εἰ δὲ κατὰ χρείαν, ἤτοι τὴν αὐτοῦ τοῦ ποιήσαντος ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων καὶ πλείονος φροντίδος ἠξιωμένων.